Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.37
Not analysed yet
Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ θεοῦ ἐλεουμένων οἱ μὲν τυγχάνουσι τούτου διὰ μετανοίας ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολογούμενοι, οἱ δὲ πεῖραν ἐλέου θεοῦ λαμβάνουσιν ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς ἀρετῆς. εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρίμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων τὸ ὄνομα κυρίου· τῶν γὰρ κατ’ ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον. διὸ καὶ παρρησιάζεται ὀφθῆναι τῷ θεῷ· ἐπίβλεψον γάρ, φησίν, ἐπ’ ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆναί με.