Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.38
Not analysed yet
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ θεοῦ κατευθύνεται τὰ διαβήματα τοῦ ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος· εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος. ἀλλὰ τούτου γινομένου οὐδεμία ἀνομία κατακυριεύσει. κατακυριεύσει δὲ τοῦ ἔτι αὐτὴν ἐνεργοῦντος τῷ πάντα τὸν ποιοῦντα τὴν ἁμαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας .