Ancient Greek
3.39 to 3.41
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.39-41
Not analysed yet
σαδη Δίκαιος εἶ, κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. Ταῦτα ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· δίκαιος εἶ, κύριε, καὶ ὀρθὰ τὰ κρίματά σου. ἐνετείλω δικαίαν μαρτυρίαν σου καὶ διαμένουσαν σφόδρα . Καὶ ἐνετείλατο φυλάττεσθαι καὶ ἀεὶ πρὸ ὀφθαλμῶν τίθεσθαι. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Ὡς καὶ τοὺς ἐν ἡμῖν ἐπιβλαβεῖς λογισμοὺς καταφλέξαι καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργάσασθαι χρυσίου δίκην διὰ πυρὸς κεκαθαρμένου.