Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.42
Not analysed yet
Θλίψις καὶ ἀνάγκη εὕροσάν με. αἱ ἐντολαί σου μελέτη μου. Ὁ δὲ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπών· θλίψις καὶ ἐγκάκησις κατέλαβέ με, αἱ δὲ ἐντολαί σου ἔτερψάν με ,ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνοντος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μίαν δὲ μόνην ἔχοντος παραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ θεοῦ.