Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-14
Not analysed yet
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Τὰ μὲν λόγια τὰ ἀπόρρητα ἔκρυψα ἐν τῇ καρδίᾳ μου καὶ τὰ μυστηριώδη μαθήματα, ἐκεῖνα δὲ ἐξήγγελλον εἰς πάντας τὰ κρίματα· ταῦτα γὰρ ἦν ἀναγκαῖον ἀκούειν πάντας ἀνθρώπους, ὅτι πάντας δεῖ παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ .