Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-24
Not analysed yet
Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Ἐπεὶ καὶ ὁ Μωυσῆς προστάττει λέγων· μνήσθητε ἡμέρας αἰῶνος ,καὶ ὁ Δαυὶδ πάλιν φησίν· καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα ,εἰκότως θεραπεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας τὰς πρὸ τῆς ταραχῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας, καὶ τὴν μνήμην ἀναλαβὼν μελετᾷ ἐν τοῖς ἔργοις τοῦ θεοῦ καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν ἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς παλαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέπτετο ὁ θεός καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν παιδευόμενος ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή, ἐφορᾶ δὲ καὶ ἐφέστηκε τοῖς πᾶσιν ὁ τοῦ θεοῦ λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν . διόπερ ταῦτα μελετῶν ἔχαιρεν ὡς ἂν μὴ εἰς ἀνώνητα ἐλπίζων, ἔχων δὲ τὸν ἐπήκοον τῆς ἀναπεμπομένης ὑπ’ αὐτοῦ προσευχῆς.