Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-4
Not analysed yet
Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. Εἴτε τῶν παρὰ Μωυσῇ καὶ ἐν τῇ λοιπῇ παλαιᾷ διαθήκῃ φερομένων, εἴτε τῶν ἐν τῇ ἱερᾷ τῶν εὐαγγελίων γραφῇ παραδοθέντων· οὐ μικρὰ γὰρ καὶ τὰ διὰ Μωυσέως τέρατα καὶ διὰ τῶν λοιπῶν προφητῶν θαυμάσια καὶ τὰ διὰ τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενα, ἅπερ δεήσει ὑμᾶς, τοὺς τῶν ἐθνῶν κήρυκας, εἰς πάντα τὰ ἔθνη διαδοῦναι, ἐπεὶ μὴ πρότερον ταῦτα παρά τινος ἄλλου μεμαθήκασιν. καὶ ὅσα δ’ ἐνανθρωπήσας διεπράξατο θαυμάσια καὶ τέρατα, τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες μνήσθητε παραδοῦναι τοῖς ἔθνεσι. καὶ πρὸς τούτοις, ὅσα τὸ στόμα αὐτοῦ ἔκρινεν εἴτε διὰ τῆς παλαιᾶς, εἴτε διὰ τῆς νέας διαθήκης, τοῖς ὑφ’ ὑμῶν καταγγελομένοις ἐπισυνάψατε φυλάττειν ὡς ἂν βασιλικοὺς νόμους τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες.