Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-7
Not analysed yet
Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. Ἱκετεύω καὶ δέομαι ᾗ τάχος ἐπιστῆναι τὴν χάριν καὶ σέ, τὸν ὕψιστον θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑψούμενον, γνωσθῆναι καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν· τούτου γὰρ γενομένου ῥυσθήσονται οἱ ἀγαπητοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας, ἣν πεπόνθασιν ὑποχείριοι γενόμενοι τοῖς σοῖς ἐχθροῖς καὶ πολεμίοις. ἀγαπητοὶ δὲ αὐτοῦ εἶεν ἂν οἱ δυνάμενοι λέγειν· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς τοὺς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν .