Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.43
Not analysed yet
κωφ Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. Διαιρεῖ δὲ τὸν καιρὸν εὖ μάλα ἐπιστημόνως τῇ μὲν τῶν θείων μελέτῃ τοὺς ἑωθινοὺς ἀφορίζων, τῇ δὲ πρὸς τὸν θεὸν εὐχῇ τοὺς νυκτερινούς. σφόδρα δὲ ἐπιτετηρημένως εἴρηται, ὅτι προσευχόμενος μὲν τῇ καρδίᾳ ἔχρητο, μελετῶν δὲ τοῖς ὀφθαλμοῖς . ταῦτα δὲ εἴρηται καὶ γέγραπται εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν τῶν ἁγίων τοῦ θεοῦ καὶ αὐτοὶ ζηλωταὶ γιγνοίμεθα.