Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-13
Not analysed yet
γιμαλ Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Νοήσεις δὲ καὶ οὕτως· οἱ πάροικοι καὶ παρεπίδημοι δέονται τῶν ἀπαλεξούντων τὰ τῆς σαρκὸς ἔργα καὶ τὰς τοῦ κόσμου σπουδὰς θεοῦ ἐντολῶν· ταύταις γάρ τις χρησάμενος καὶ ποιωθεὶς κατ’ αὐτὰς τῷ φυλάττειν αὐτὰς δυνήσεται μηδενὶ τῶν ἐν κόσμῳ ἁλῶναι. Εὕροις δὲ καὶ πολλὰς ἐντολὰς κεκρυμμένως εἰρημένας, οἷαί εἰσιν· ὁ ὢν ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας ,καὶ τό· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς . καὶ τὸ περιτέμνεσθαι τὰ νήπια τῇ ὀγδόῃ ἡμέρᾳ οὐκ ἔχει τοῖς πᾶσι πρόδηλον τὸν λόγον αἵ τε περὶ θυσιῶν καὶ αἱ περὶ ἑορτῶν καὶ περὶ καθαρῶν καὶ οὐ καθαρῶν καὶ ὅσαι τοιαῦται. πολλῶν δὲ οὕτως ἐχουσῶν ἐντολῶν, ὧν πλήρης πᾶσα ἡ παλαιὰ καὶ καινὴ γραφή, σπουδαστέον τῷ παροικοῦντι τὴν γῆν παρακαλεῖν τὸν θεόν, ὅπως σαφηνίσῃ καὶ μὴ ἀποκρύψῃ τὰς τοιαύτας ἐντολάς, ἵνα σὺν νοήσει ἐπιτελῶν αὐτὰς μεταστῇ ἀμέμπτως ἀφ’ οὗ παροικεῖ χωρίου.