Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-21
Not analysed yet
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε. Εὐκαίρως οἷα δὴ ἀποκεκλεισμένος εἰς τὰ ἐσώτατα τοῦ σπηλαίου προσεύχεται λέγων κατὰ τὸν Σύμμαχον· ἔξω ποίησον ἀπὸ συγκλεισμοῦ τὴν ψυχήν μου. σαφῆ δὲ καὶ τὰ λοιπά.