Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-22
Not analysed yet
Διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων τὰς χεῖράς μου καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα οὕτως διψῶν σου, ὁ θεός, καὶ τῆς παρά σου ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων ,ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέγεται τοῦ ἐπ’ αὐτὴν κατιόντος ὑετοῦ. εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν θεὸν τοιαύτη ἐστίν· καθ’ ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυία καρπῶν ἀγαθῶν ὑπάρχει, σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν .