Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-3
Not analysed yet
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ποτίζει τοιγαροῦν ὁ θεὸς τὰ ὄρη καὶ τὰ ἐν τούτοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν οὐδ’ ἀπὸ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ’ ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνωθεν ἀφ’ ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους αὐτοῖς ἐπιχορηγῶν ὑετούς.