Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-4
Not analysed yet
Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα ,εἰκότως μὲν ὁ σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ,καὶ πάλιν ἄλλοτε πρὸς τοὺς αὐτούς· εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα Ἀβραὰμ ἐποιεῖτε, ὡς ἄν τινων μὲν ὄντων τέκνων Ἀβραὰμ διὰ τῆς τῶν ἔργων καὶ τρόπων μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται, τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ καὶ διὰ τοῦτο οὐκ ὄντων ἐκλεκτῶν · οὐ γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ’ υἱοί ,τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. ἐπεὶ τοίνυν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, οἳ τῶν ἐθνῶν γενόμενοι κήρυκες ἀμφότερα εἶχον ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί ,διὰ τοῦτο, καθὸ σπέρμα ἦσαν Ἀβραὰμ καὶ υἱοὶ Ἰακὼβ τυγχάνοντες, πρὸς αὐτοὺς λέλεκται· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Πρὸς δὲ τὸ ἐκλεκτοὶ αὐτοῦ παραθήσεις τό· τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασε ,καὶ τό· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; τὸ δ’ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσωμεν ἀπὸ τοῦ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί .