Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6.1
Not analysed yet
Ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆ, καὶ Ἐφραὶμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς παῖς ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητός, δι’ οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐτὸς ὁ θεός; πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός ,ἀποκρίνεται λέγων· ὑψωθήσομαι. πρὸς δὲ τό· καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου ,πάλιν ἀποκρίνεται τὰ ἀκόλουθα ἀπὸ τοῦ· καὶ διαμεριῶ Σίκημα, καὶ τὰ ἑξῆς· ἐπειδὰν γάρ, φησίν, ὑψωθῶ ἐπὶ πάντας ἀνθρώπους, ἡ μὲν πάλαι μερὶς ἡ ἀφωρισμένη τῷ Ἰωσήφ, ἐφ’ ᾗ εἰσέτι καὶ δεῦρο μέγα φρονοῦσι Σαμαρειτῶν παῖδες, ταύτην, φησίν, ἀλλοφύλοις ἔθνεσι διαδώσω, Σίκημα δὲ καὶ Συχὲμ ἡ αὐτή ἐστιν, ἀλλ’ ἐκείνην μέν, φησίν, ἔκδοτον δώσω τοῖς βουλομένοις κατοικεῖν καὶ κτᾶσθαι τὴν μόνου τοῦ Ἰωσὴφ ἐξαίρετον πάλαι χώραν. ἔξεστί γε εἰς τοὺς τόπους γενόμενον ὀφθαλμοῖς τοῦτο παραλαβεῖν. ἐκείνην μὲν οὖν, φησίν, διαμεριῶ, τὴν δὲ κοιλάδα τῶν σκηνῶν διαμετρήσω. κοιλάδα δὲ κλαυθμῶνος εἴωθε καλεῖν τὸ τῶν ἀνθρώπων οἰκητήριον ἡ θεία γραφή· γέγραπται γὰρ ἐν ἑτέρῳ· διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο . ταύτην τοίνυν, φησίν, τὴν κοιλάδα, τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω. ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτοῖς διαμετρήσω εἰς σκηνὰς κατὰ πάντα τόπον καὶ χώραν καὶ κώμην καὶ πάλιν σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας. Εἶτά φησιν· οὐκ ἀπώσομαι δὲ τὸν Ἰσραὴλ ἐν τῇ ἐμαυτοῦ ἐπιφανείᾳ· ἀλλὰ γὰρ αὐτοῖς πρώτοις ἐπιλάμψω. διό φησιν ἐπιδημήσας τῷ βίῳ· οὐκ ἦλθον εἰ μὴ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ . καὶ ἐπειδὴ Ἐφραὶμ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσήφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην χώραν Γαλαὰδ καὶ τὴν Συχέμ, ὁ μὲν Μανασσῆς τὴν Γαλαάδ ,ὁ δὲ Ἐφραὶμ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ, διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραὶμ κατ’ ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν κραταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. ἀλλὰ καὶ τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι λέγει. πρόδηλον δὲ ὅτι, κατὰ τὸν ἀπόστολον, ἐξ Ἰούδα ἀνατέταλκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐξ οὗ συνέστη τὸ βασίλειον γένος . συνάγει δ’ ἐν τούτοις ὁ λόγος τὸν Ἐφραὶμ καὶ τὸν Ἰούδαν ,ἐπειδὴ τὸ παλαιὸν διῄρητο τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο βασιλείας, προφητεύων μηκέτ’ ἔσεσθαι τὴν διάστασιν ταύτην, ἀλλ’ ἕνωσιν τοῦ παντὸς ἔθνους. ἐπληροῦτο δὲ καὶ ταῦτα κατὰ τὴν ἐπιφάνειαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ἥνωτο γοῦν κατ’ ἐκείνους τοὺς χρόνους τὸ πᾶν ἔθνος τῶν Ἰουδαίων οὐκέτι εἰς δύο βασιλείας διῃρημένον. διὸ καὶ ὁμοίως ἐκήρυττεν ὁ σωτὴρ τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ εἰς πάσας τὰς φυλὰς αὐτῶν τοὺς ἑαυτοῦ μαθητὰς ἐξαπέστελλεν. Τούτων δέ, φησίν, ἐν πρώτοις καὶ ἐν ἀρχῇ τῆς κλήσεως παραλαμβανομένων οὐδὲ οἱ τῶν ἀλλοφύλων χείρους ἀλλότριοί μου καταστήσονται. ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον τὸν Μωὰβ τὸν ἀπηγορευμένον παραβάλλειν εἰς ἐκκλησίαν κυρίου προσλήψομαι καὶ ὑποδέξομαι· τοῦτο γὰρ ἐλπίζω, ὅτι δὴ ὁ ἀπεγνωσμένος καταξιωθήσεται τῆς παρ’ ἐμοὶ ἐλπίδος καὶ τοῦ παρ’ ἐμοὶ λέβητος. διό φησι· Μωὰβ λέβης τῆς ἐλπίδος μου. λευκότερον δὲ καὶ σαφέστερον τὴν διάνοιαν ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις. παρ’ οἷς εἴρηται· Μωὰβ λέβης τοῦ λουτροῦ μου ,τουτέστι δοχεῖον τοῦ λουτροῦ μου. ὁ δὲ Σύμμαχος, ἔσται, φησίν, ὁ Μωὰβ λέβης τῆς ἀμεριμνίας μου . Οἶδα δὲ ἐγὼ ἀκοῦσαι λόγον ἐν ἀπορρήτῳ παραδιδόμενον ὑπό τινος Ἑβραίου εἰς τοὺς τόπους· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γένεσιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ παραληφθεῖσαν διὰ τὴν Μωαβίτην Ῥούθ, ἀφ’ ἧς γίνεται Δαυὶδ ὁ βασιλεύς ,οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς τοῦ θεοῦ γεγένηται ὁ καὶ ἐπὶ τὸ Ἰωάννου βάπτισμα καὶ τὸ λουτρὸν τὸ ἐν τῷ Ἰορδάνῃ παρεληλυθώς. δοκεῖ μοι ὁ θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας . ἐπειδὰν δὲ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλληται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια· ὅτε γὰρ ἡ προφητεία τοὺς Μωαβίτας προσίεται τοὺς πάλαι ἀπηγορευμένους, δηλονότι δι’ ἐκείνων καὶ τοῖς λοιποῖς ἔθνεσιν ἀγαθὰς ἐλπίδας ὑπογράφει. Εἶτά φησιν· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, τουτέστιν ἐπιβήσομαι καὶ ἐμπεριπατήσω τοῖς ἔθνεσιν· Ἰδουμαῖοι γὰρ ἦσαν οἱ ἀπὸ τοῦ μεμισημένου Ἡσαῦ, περὶ οὗ λέλεκται· οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακώβ; λέγει κύριος· καὶ τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. ἐπιβαλῶ οὖν, φησίν, τὸ ὑπόδημά μου οὐκέτι ἐπὶ τὸν Ἰσραὴλ οὐδ’ ἐπὶ τὴν ἰουδαίαν γῆν οὐδ’ ἐπὶ μόνα τὰ Ἱεροσόλυμα, ἀλλ’ ἐπ’ αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν. ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Εἶτά φησιν· ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησίν· ἐπὶ Φυλιστιαίους συνεταιρισθήσομαι ,ἡ δὲ πέμπτη ἔκδοσις· ἐπὶ τοὺς ἀλλοφύλους ἐντιμωθήσομαι ,ὁ δὲ νθʹ ψαλμός· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν . γνώσεως δὲ θεοῦ καὶ φιλίας καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον καὶ τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους καὶ ἀλλοτρίους μὲν τοῦ θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς.