Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-12
Not analysed yet
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Τοὺς περὶ δικαιοκρισίας σου, φησίν, λόγους πολλάκις ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελούμην. φοβοῦμαι δὲ μήποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται. διόπερ εὐχὴν ἐποιησάμην διὰ πάσης τῆς ἐμαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως.