Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-14
Not analysed yet
Ἕνεκεν Δαυίδ, τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ἐξέφηνεν ἐνταῦθα σαφῶς ὀνομαστὶ τοῦ Χριστοῦ τὸ ἅγιον πνεῦμα μνημονεύων. ἄνωθεν δὲ ἐξ ἀρχῆς ἀναλαμβάνει τὴν ἱκετηρίαν καὶ τῶν προειρημένων ἁπάντων μνημονεύων ἀναγκαίως ἐπισυνάπτει τὴν ὑπὲρ τοῦ Δαυὶδ προσευχὴν καὶ φησίν· ἐν τοῖς τῶν τοσούτων ἀγαθῶν καιροῖς καὶ ἐν τῇ τοσαύτῃ σου εἰς πάντας ἀνθρώπους εὐεργεσίᾳ καὶ τοῦ Δαυὶδ μνημονεύων ὁ κύριος καὶ πάσης τῆς πραΰτητος αὐτοῦ τῆς τε κακοπαθείας καὶ τῆς κακώσεως ,ἣν ὑπέμεινεν εὐχόμενος καταξιωθῆναι γνῶναι σου τὴν εἰς ἀνρθώπους παρουσίαν, ἣν καὶ ἀπεκάλυψας αὐτῷ, διὸ δὴ μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου μετὰ τῶν ἄλλων καὶ ὑπὲρ τοῦ Δαυὶδ ἱλασκομένου.