Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-19
Not analysed yet
Ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοις ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύῃ τινὸς ἡ ψυχὴ ἐκλείποντος τοῦ ἐν αὐτῷ πνεύματος καὶ τῆς καρδίας ἐν αὐτῷ ταραττομένης ,προσήκει ὁμοίως τῷ Δαυὶδ λέγειν εὐχομένῳ· ταχὺ εἰσάκουσόν μου, κύριε. οὐ μὴν ἀναγκαῖον τοῦτο λέγειν ἐπὶ τοῖς ἀνθρωπίνοις καὶ βιωτικοῖς πράγμασιν.