Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-4
Not analysed yet
Αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Ἐπειδὴ ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ, διὰ τοῦτο εἴρηται· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ ,καὶ ἑξῆς· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· ἔδει γὰρ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ, δι’ ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι.