Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-6
Not analysed yet
Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἀκούσας ὁ προφήτης τὰ τοσαῦτα περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἀλλὰ καὶ μαθὼν τὰ διὰ τοῦ νθʹ ψαλμοῦ περὶ τῆς τοῦ Ἰουδαίων ἔθνους εἰρημένα γνούς τε, ὅτι οἱ ἀλλόφυλοι καὶ ἀλλογενεῖς ὑποταγήσονται καὶ φιλιάσουσι τῷ κυρίῳ ,μακαρίζει μὲν τοὺς τῆς τούτων πείρας καταξιωθησομένους, εὔχεται δὲ εἶναι καὶ αὐτὸς αὐτῶν. διό φησι· τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· τίς ἀπάξει με εἰς πόλιν περιπεφραγμένην; καὶ ἐπιλέγει· τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας αὐτῆς ἐκείνης τῆς παμμακαρίας γενησομένης, ἐπειδὰν καταξιώσῃ ὁ θεὸς ἐπιβῆναι αὐτοῦ τῷ ὑποδήματι τῆς αὐτῶν χώρας; πόλιν δὲ περιοχῆς μὴ ὄκνει λέγειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν πάνυ θαυμαστῶς ὁ Σύμμαχος περιπεφραγμένην ἡρμήνευσε. νοήσεις δὲ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς τῆς λεγούσης· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς . τίς τοίνυν ὁδηγήσει με ἐπὶ τὴν χάριν τὴν δοθησομένην τοῖς ἔθνεσιν εἰ μὴ σύ, ὁ θεός; οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· εἰ μὴ σύ, ὁ θεός, ὁ ἀποβαλόμενος ἡμᾶς ,ἐπεὶ οὐκέτι ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν καὶ ὑπερασπίζεις καὶ ὑπερμαχεῖς ἡμῶν, ἀλλὰ δούλους καὶ ὑποχειρίους παραδέδωκας ἡμᾶς τοῖς ἐχθροῖς, οὐκέτι ἐλευθέρους ἡμᾶς καὶ αὐτονόμους.