Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-12
Not analysed yet
Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ’ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνείδιζόν μοι, φησίν, παλαιὰ εἰ τύχοι ἁμαρτήματα, ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες ὡς οὐδενὸς ἄξιον λόγου. ἐγὼ δὲ κατὰ μόνας καθήμενος καὶ τοῖς θείοις λόγοις προσανέχων καὶ μηδένα κεκτημένος σύμβουλον μηδὲ ἄλλην ἔχων παραμυθίαν τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην. βεβαιοῖ δὲ τὴν ἑρμηνείαν ταύτην ὁ μὲν Ἀκύλας εἰπών· τὰ μαρτύριά σου ἀπόλαυσίς μου ὡς ἄνδρες βουλῆς μου ,ὁ δὲ Σύμμαχος· ἀλλὰ καὶ τὰ μαρτύριά σου τέρψις μου ὡς ἄνδρες ὁμόφρονές μου.