Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-14
Not analysed yet
Ὤμοσε κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ὀμωμοκότα τὸν Δαυὶδ κατὰ τὰ ἀνωτέρω δεδηλωμένα ἀποδεξάμενος ὁ θεὸς τοῖς ὁμοίοις αὐτὸν ἀμείβεται. διὸ καὶ αὐτὸς ἀντόμνυσι τῷ Δαυὶδ ἀλήθειαν ,ἵνα διὰ δύο πραγμάτων, ὥς φησιν ὁ ἀπόστολος, ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν λάβωμεν ,περὶ ὧν ηὔξατο. τίνα δὲ ἀντώμοσεν αὐτῷ ὁ θεός; ἐπειδὴ σύ, φησίν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι βουλόμενος καὶ μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ σωτῆρος, δέχου δὴ καὶ αὐτὸς τὴν ἐπαγγελίαν καὶ γίνου διάκονος τῆς σωτηρίου γενέσεως· σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος. διὸ καὶ αὐτῷ δοθήσεται ὁ σοὶ ἐπηγγελμένος θρόνος διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προελευσόμενον ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρόνου.