Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-17
Not analysed yet
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἐφ’ ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σού ἐστιν ἐν ἐμοὶ καὶ πᾶσά μου ἀπελήλαται σκοτία, ὥστ’ ἂν εἰπεῖν· ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε . εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ, ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον, ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καλούμενον σκότος ἐξώτερον ,ἐξ οὗ ῥυσθεὶς ἔλεγον· κύριε, ἀνήγαγες ἐξ Ἅιδου τὴν ψυχὴν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον . ἕκαστος δέ, δι’ ὧν πράττει, τὴν εἰς τὸν λάκκον κατάπτωσιν ἑαυτῷ κατεργάζεται.