Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-4
Not analysed yet
Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ διαθήκην αἰώνιον λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. Ὁ θεὸς ἡμῶν, οὗ τὰ κρίματα πᾶσαν τὴν γῆν διοικεῖ, ἐπαγγειλάμενος τῷ Ἀβραὰμ περὶ τῆς κατασχέσεως τῆς γῆς τῆς ἐπαγγελίας, ἥτις ἦν ἡ καλουμένη τοῦ Χαναὰν γῆ, τὰς ἐπαγγελίας ἐβεβαίωσε μετὰ τὴν Μωυσέως τελευτὴν εἰσαγαγὼν τὸν λαὸν εἰς τὴν τῶν Χαναναίων γῆν διὰ Ἰησοῦ τοῦ Ναυῆ . ἐπιστήσας δὲ ἀκριβῶς, τίς ἦν ὁ λόγος, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, εὑρήσεις αὐτὸν οὕτως εἰρημένον· εἶπε δὲ κύριος τῷ Ἀβραάμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου ,καὶ μεθ’ ἕτερα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς . καὶ πάλιν ἐν ἑτέρῳ φησὶ πρὸς αὐτόν· καὶ ἐνευλογηθήσονται ἐν τῶν σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. εὕροις δ’ ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐπηγγελμένα. ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας τοῦ ἐκ σπέρματος Ἀβραὰμ γενομένου σωτῆρος ἡμῶν, εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία καὶ μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. οὕτως οὖν μετὰ μακρὸν αἰῶνα καὶ μετὰ πλείστας σφόδρα γενεάς –τὰς γὰρ χιλίας ἀντὶ τῶν πολλῶν παρείληφε –καὶ ταύτας ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας διὰ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας πᾶσι τοῖς ἔθνεσι τὴν Ἀβραὰμ εὐλογίαν δεδωρημένος.