Ancient Greek · ~13 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.26a.1
Not analysed yet
Ἐπειδὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ λέγεται ἡ προφητεία, εἴποι ἄν τις εἰκότως ὑπὲρ αὐτῶν εἶναι τὸν λόγον πρὸς μὲν τὴν λέξιν καὶ τὴν πρόχειρον θεωρίαν διὰ τὸ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ τὴν σωτήριον καὶ εὐαγγελικὴν χάριν ἀπαρχῆς πεποιῆσθαι τοῦ κηρύγματος. περιῄει οὖν ὁ Χριστὸς τοῦ θεοῦ τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν, συνεχῶς τε ἐπεδήμει τῇ Ἰερουσαλὴμ κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ. ταῦτα μὲν οὖν πρὸς λέξιν καὶ πρὸς ἱστορίαν, πρὸς δὲ διάνοιαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἰερουσαλὴμ ἑτέρας εἶναι προσήκει νοεῖν παρὰ τὰς προκατηγορηθείσας, εἰ δὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ ὁ λόγος ἦν τῷ προφήτῃ. εἰ μὲν γὰρ ἐπήγετο τῷ Ἰουδαίων ἔθνει χρηστοτέρα τις ἐπαγγελία, καλῶς ἂν εἶχεν τὴν χώραν αὐτῶν νομίζειν δηλοῦσθαι, νυνὶ δὲ κλῆσις μὲν ἐθνῶν συνῆπται, ἑξῆς δὲ ταύτῃ ἀποτεταμένῃ κατηγορίᾳ τοῦ Ἰουδαίων λαοῦ καὶ αὖθις ἀπειλῇ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, μήποτ’ οὖν ὥσπερ καινὸν εἰσάγει νόμον παρὰ τὸν Μωσέως καὶ λόγον ἕτερον παρὰ τὸν παλαιόν, ἀλλὰ καὶ ὄρος καινὸν τὸ πάλαι μὲν ἀφανές, νυνὶ δὲ ἐμφανὲς γεγενημένον, οἶκόν τε θεοῦ τοῖς ἔθνεσι πᾶσιν ἐγνωσμένον, οὐχὶ δὲ καὶ Ἰουδαίοις οὐδὲ καὶ Ἰουδαίας χρὴ νοεῖν καὶ Ἰερουσαλὴμ ὁμοίας τὰς καὶ αὐτὰς τοῖς ἔθνεσιν ἐπηγγελμένας, ὑπὲρ ὧν ὁ παρών ἐστι λόγος. τί δ’ ἂν εἴποι τις κατὰ διάνοιαν τὴν Ἰουδαίαν ἢ τὴν δηλουμένην διὰ τοῦ φάσκοντος λόγου· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός. ἡ τοίνυν τοῦ θεοῦ τὴν γνῶσιν ἀνειληφυῖα ψυχὴ εἴη δ’ ἂν ἀληθῶς Ἰουδαία, εἰ δὴ γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, οὐκοῦν τὴν τῶν ἐθνῶν θεογνωσίαν Ἰουδαίαν ἀποκαλεῖ. ὁ δὲ οἶκος τοῦ θεοῦ ὁ ἐν ταύτῃ ὑποστὰς εἴη ἂν ἡ ἐξ ἐθνῶν ἐκκλησία οἶκος θεοῦ χρηματίζουσα καὶ τεθεμελιωμένη ἐπὶ τὴν σωτήριον καὶ ἀρραγῆ πέτραν καὶ τὸ ὄρος δὲ τὸν θεοῦ λόγον εἰπών. οὐκ ἐκτὸς βάλλοις τῆς ἀληθείας τῷ προφήτῃ μαθητευόμενος Δανιὴλ τεθεαμένῳ ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, δι’ ὧν ᾐνίττετο λίθος μὲν τὴν ἀνθρωπότητα τοῦ σωτῆρος, ὄρος δὲ τὸν θεὸν λόγον. ταῦτα δὲ ἔσεσθαι ἐν ταῖς ἐσχάταις ἡμέραις θεσπίζει. οἶκον δὲ τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων νοήσεις τοῦ σωτῆρος ἡμῶν ἐπακούσας περὶ τῆς ἐκκλησίας αὐτοῦ εἰρηκότος· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. τὸ δὲ ὄρος τοῦ θεοῦ κατὰ διαφόρους ἐξακούεται τρόπους· σωματικώτερον μὲν ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι τὸ ἐπὶ τῆς Παλαιστίνης χώρας, κατὰ διάνοιαν δὲ ὁ ὑψηλὸς καὶ ἐπουράνιος τοῦ θεοῦ λόγος εὐαγγελικός, κατὰ τρίτον δὲ λόγον ὁ θεῖος Ἀπόστολος Σιὼν ἐπουράνιον εἶναι διδάσκει καὶ τὴν ἄνω Ἰερουσαλήμ, ἥν τινα εἶναι μητέρα πάντων ἡμῶν. οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τὸ ὄρος τοῦτο, πλὴν θεσπίζει τὸ θεῖον πνεῦμα ἐμφανὲς αὐτὸ γενήσεσθαι πᾶσιν τοῖς ἔθνεσιν ἐν ταῖς ἐσχάταις ἡμέραις, ὅτε Χριστὸς εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν πεφανέρωται. σπεύσουσιν οὖν πάντα τὰ ἔθνη Ἑλληνικά τε καὶ βάρβαρα ἀποστρεφόμενα μὲν τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ἀνακεῖσθαι σωματικὰ ὄρη, σπεύδοντα δὲ ἐπὶ τὸν ἐν τοῖς δηλουμένοις καταγγελλόμενα θεόν, διὸ ἀλλήλοις προσφωνοῦντά φασι· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. τούτοις οὖν τοῖς ἔθνεσιν ὁ λόγος ὑπισχνεῖται τὸ ὄρος καὶ τὸν οἶκον τοῦ θεοῦ τὰ ἐν οὐρανοῖς ἐμφανῆ καὶ γνώριμα πᾶσιν τοῖς μαθητευομένοις ποιήσειν.