Ancient Greek · ~7 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.26b
Not analysed yet
Εἴη δ’ ἂν οὗτος ὁ Χριστοῦ νόμος εὐαγγελικὸς ὁ ἄνωθεν ὁρμηθεὶς ἐκ Σιὼν τῆς ἐπουρανίου καὶ ἐκ ταύτης δὲ τῆς ἐπὶ γῆς Σιών, ἐν ᾗ ὁ ὑπ’ ἀνθρώπων θάνατος τοῦ σωτῆρος καὶ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, τά τε τῆς καινῆς διαθήκης μυστήρια καὶ παραγγέλματα ἀρχὴν λαβόντα προῆλθον εἰς πᾶσαν τὴν οἰκουμένην. αὐτὸς δὴ οὗτος ὁ νόμος καὶ ὁ καινὸς τοῦ εὐαγγελικοῦ λόγου κηρυχθεὶς πᾶσι τοῖς ἔθνεσιν ἐπαίδευσεν τοὺς ὑποδεξαμένους αὐτὸν τὰ περὶ τοῦ ὄρους τοῦ θεοῦ καὶ τοῦ οἴκου, ἐδίδαξέν τε τὰ ἔθνη λέγων· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. ὁ αὐτὸς δὲ καὶ διέκρινεν ἀνὰ μέσον τῶν ἐθνῶν ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. οὕτως οὖν ἀνὰ μέσον τῶν ἐθνῶν διακρίνας ὁ εὐαγγελικὸς λόγος λαὸν πολὺν ἤλεγξεν ἤτοι τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀπελέγξας τὴν ἐν αὐτοῖς προτέραν πλάνην ἢ τοὺς μὴ εἰς αὐτὸν πεπιστευκότας ἐλέγξας παρὰ τὴν αὐτῶν αἰτίαν ἀπολλυμένους. οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ λοιπὸν διάγουσιν βίον ἀτάραχον ἀναλαβόντες, ὡς μηκέθ’ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων πολεμεῖσθαι μηδ’ ὑποχειρίους εἶναι τῶν πάλαι κατακρατούντων αὐτῶν δαιμόνων. οἷς καὶ ὁ σωτὴρ αὐτὸς τὴν ἑαυτοῦ προξενῶν εἰρήνην ἔφασκεν· εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. καὶ πρὸς λέξιν δὲ ταῦτα τέλους ἠξιοῦτο μετὰ τὴν αὐτοῦ θεοφάνειαν καὶ μετὰ τὸν κηρυχθέντα τοῖς ἔθνεσιν εὐαγγελικὸν νόμον διαλαβούσης εἰρήνης βαθυτάτης τὰ ἔθνη, ὃ δὴ καὶ σημαίνει τὸν Χριστὸν ἐδίδου ὁ λόγος φήσας συγκόψειν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ μηκέτι διδάσκεσθαι τὰ πολεμικά, ἃ δὴ καὶ πρότερον ἦσαν ἀναγκαῖα καὶ ἐκ παίδων κατ’ ἀγροὺς καὶ κατὰ πόλεις ἠσκοῦντο διὰ τὸν ἀπὸ τῶν πλησιοχώρων πολεμίων φόβον.