Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.27
Not analysed yet
Ἀκολούθως ὁ προφήτης διεξελθὼν τὴν κλῆσιν τῶν ἐθνῶν καὶ τὴν χυθεῖσαν εἰς ἅπαντας ἀνθρώπους εἰρήνην τὴν εἰς τοὺς οἰκείους ἐνδείκνυται φιλοστοργίαν παρακαλῶν τὸν αὐτοῦ λαόν, καταδέξασθαι τὴν πᾶσιν τοῖς ἔθνεσιν δωρηθεῖσαν τοῦ Χριστοῦ χάριν. διό φησι· Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου. καὶ θέα ὅπως εἰς παρόρμησιν καὶ προτροπὴν τοῦ λαοῦ καὶ αὐτὸν καταλέγει, παρακαλῶν τοῦ φωτὸς κυρίου μεταλαγχάνειν, φῶς κυρίου ὀνομάζων τὸν ἐκ Σιὼν προελθόντα νόμον τῆς καινῆς διαθήκης καὶ τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. προκαλεῖται δὲ οὐ τὸν Ἰακώβ, ἀλλὰ τὸν τούτου οἶκον ἥκειν ἐπὶ τὸ φῶς τῆς τοῦ κυρίου γνώσεως, ὡς ἂν ἐν σκότει τυγχάνοντας. ὃ δὴ καὶ αὐτὸ παρίστη συνάπτων ἑξῆς καὶ λέγων· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰακώβ. σπεύσατε οὖν ὑμεῖς οἱ τοῦ ἀνεθέντος οἴκου καὶ δεῦτε ἅμα ἐμοί, ἐπεὶ καὶ αὐτὸς ἐγὼ ἅμα ὑμῖν ἕτοιμος τυγχάνω τοῦ πορεύεσθαι τῷ φωτὶ κυρίου. καλεῖ δὲ τὸν οἶκον Ἰακὼβ τὸν Ἰουδαίων λαὸν ὡς οὐκ ὄντα Ἰακὼβ οὐδ’ ἄξιον χρηματίζειν τῷ τοῦ προπάτορος αὐτῶν ὀνόματι, αὐτὸ δὲ μόνον οἴκῳ ὄντι ὑποκένῳ καὶ σχολάζοντι. διὰ τί δὲ αὐτὸν ἀνῆκεν ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ τὰς αἰτίας τίθησιν ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν ὡς τὸ ἀπ’ ἀρχῆς κληδονισμῶν καὶ τὰ ἑξῆς, δι’ ὧν παρίστησιν, ὅτι μὴ ἀλόγως αὐτοὺς ἀνῆκεν τὸ φῶς τοῦ κυρίου τὸ ἐπιλάμψαν πᾶσιν τοῖς ἔθνεσιν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν, καθ’ οὓς τό· ἀνῆκεν τὸν λαὸν αὐτοῦ καὶ τὰ ἑπόμενα συνῆπται τῷ δευτέρῳ· καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου.