Ancient Greek · ~4 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.33a
Not analysed yet
Τινὲς ἐκ τῶν προκειμένων ᾠήθησαν θεσπίζεσθαι τὰ κατὰ τοῦ σωτῆρος τῷ λαῷ τολμηθέντα· ἀκάνθας γοῦν αὐτῷ περιτεθείκασιν καὶ κραυγὴν ἄθεον ἀφῆκαν κατ’ αὐτοῦ. διὸ μετῆλθεν αὐτοὺς ὁ παντελὴς ὄλεθρος καὶ ἡ ἐσχάτη ἐρημία, ἥ τε λεγομένη ὀργὴ εἰς τέλος· ἐξ ἐκείνου γὰρ καὶ εἰς δεῦρο οὐδεμιᾶς ἠξιώθησαν ἐπισκοπῆς, μένει δὲ καὶ τὸ πτῶμα τοῦ πύργου αὐτῶν, λέγω δὴ τοῦ ναοῦ ἀθεράπευτον καὶ τὸ πᾶν ἔθνος ἀνεπίσκοπον καὶ ἀγεώργητον τυγχάνει, ἀλλ’ οὐδὲ αἱ νεφέλαι τὸν λογικὸν αὐτοῖς χορηγοῦσιν ὑετόν. καίτοι τὸ παλαιὸν καὶ ἐπ’ αὐτῆς πολεμίας γῆς συνῆσαν αὐτοῖς προφῆται ὥσπερ ἐν Βαβυλῶνι καὶ ἐν Αἰγύπτῳ καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον, ὥστε νῦν ἔργῳ πεπληρῶσθαι εἰς αὐτοὺς τό· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετόν. εἰ δὲ λέγοιέν τινες, ὅτι καὶ πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας διαλελοίπασιν οἱ προφῆται, ἀλλά γε συνειστήκει ὁ νεὼς καὶ ἡ σωματικὴ ἐπετελεῖτο λατρεία μέχρι τῆς αὐτοῦ παρουσίας. ὁ δὲ παρὼν λόγος συνίστατο τέλους τετυχηκότα ἢ μετὰ τὴν ὑστάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γενομένην.