Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.34
Not analysed yet
Δύναται μὲν ταῦτα καὶ κοινὰ εἶναι παραγγέλματα τοῖς πλεονεξίαν νοσοῦσιν κατ’ ἄλληλα, δύναται δὲ καὶ τῇ διανοίᾳ ἕπεσθαι τῶν προαποδεδομένων· ἐπειδὴ γὰρ μέλλει θεσπίζειν ἐρημίαν τῆς χώρας καὶ ἀπώλειαν τῶν ἀνδρῶν, εἰκότως ταλανίζει τοὺς μὴ προορῶντας τὸ μέλλον, ὅλους δὲ ἑαυτοὺς ἐκδεδωκότας ἀδικίαις καὶ πλεονεξίαις, ὡς τῶν μὲν πέλας τοὺς οἴκους ἁρπάζειν, τῶν δὲ ἀγρογειτόνων τὰς χώρας ἰδιοποιεῖσθαι, οὓς τὸ πνεῦμα τὸ θεῖον ταλανίζει οἰκτροὺς ἀληθῶς καὶ ἀθλίους εἶναι διδάσκον, ὅτι μὴ τὴν φύσιν ἐν νῷ λαβόντες κόρον οὐκ εἶχον τῆς ἀπληστίας. εἶτα καὶ ἀφανισμὸν ἀπειλεῖ οὐ τῶν οἴκων μόνων, ἀλλὰ καὶ τῆς χώρας αὐτῆς, ὡς μηκέτ’ εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τευξομένης, ὑπὸ κατάραν δὲ γενησομένης οὕτως, ὡς μηδὲν ἄξιον φέρειν τῶν κατὰ γεωργίαν εἰς αὐτὴν πονουμένων. οὗ γάρ φησιν ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. σφόδρα δὲ ἀκολούθως εἰπὼν περὶ τοῦ ἀμπελῶνος, ὡς ἀντὶ σταφυλῶν ἀκάνθας ποιήσει, καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν, καὶ ἀντὶ κρίσεως ἀνομίαν καταλέγει. τίνες αἱ ἄκανθαι καὶ τίς ἡ κραυγὴ καὶ τίς ἡ ἀνομία, τὰς πλεονεξίας αὐτῶν καὶ τὰς ἀδικίας αὐτῶν, ταύτας εἶναι διδάσκων καὶ τό· ζεύγη δέκα βοῶν πλέον ἑνὸς κεραμίου μὴ ποιήσειν, πλείστην ἔχοι ἀκολουθίαν πρὸς τὴν ἀποδοθεῖσαν κατὰ τοῦ ἀμπελῶνος ᾠδήν. ὅλως δὲ τὸ λέγεσθαι ποιήσειν κεράμιον ἓν ἀπὸ πληθοσπόρου καὶ ἀπὸ ζευγῶν βοῶν δέκα. σπανίους τινὰς τοὺς ἐν αὐτοῖς εὑρεθησομένους σωτηρίας ἀξίους ᾐνίττετο, περὶ ὧν πλεῖστα ὅσα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο.