Ancient Greek · ~4 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.51
Not analysed yet
Προσφωνήσας ὁ λόγος τοῖς ἔθνεσιν ἐπιγνῶναι τὸν Ἐμμανουὴλ μεταβαίνει ἐπὶ τὸν Ἰουδαίων λαόν, ἐλέγχων αὐτὸν ὡς ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί· καλούμενοι γὰρ ὑπ’ αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ ἠπείθουν καὶ ἀντέλεγον. διό φησιν· Οὕτως λέγει κύριος τοῖς ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ καὶ τοῖς βαδίζουσιν οὐ τὴν ὁδὸν τὴν εὐθεῖαν καὶ βασιλικὴν τῷ θεῷ φίλην, ἀλλὰ τὴν πορείαν τῆς ὁδοῦ τοῦ λαοῦ τούτου· μὴ εἴπητέ φησι σκληρὸν εἶναι τὸν λόγον τὸν περὶ τοῦ ἀποστῆναι δεῖν ἀπὸ τῆς πορείας τοῦ λαοῦ τούτου· ὁ γὰρ λαὸς οὗτος σκληρὸν αὐτὸν νομίζει, ὑμεῖς δὲ οἱ ἀποστάντες τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγετε τοῦτο εἶναι σκληρόν. εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστάταις οἱ τοῦ λαοῦ τοῦ ἀπίστου, ἀλλ’ ὑμεῖς τὸν φόβον αὐτοῦ μὴ φοβηθῆτε μηδὲ ταράττεσθε ὑπ’ αὐτῶν ἐλαυνόμενοι καὶ διωκόμενοι, μόνον δὲ τὸν κύριον τῶν δυνάμεων ἁγιάζοντες ἐπιγράφεσθε ἑαυτῶν φόβον· ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται φόβος.