Ancient Greek · ~15 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.60.1
Not analysed yet
Ἐν ἐκείνῳ φησὶ τῷ καιρῷ καθ’ ὃν πάντα τὰ προλεχθέντα κατὰ τοῦ δηλωθέντος ἄρχοντος τῶν Ἀσσυρίων δι’ ἔργων χωρήσειεν, οἱ περιλειφθέντες τοῦ αἰχμαλωτισθέντος λαοῦ τῶν Ἰουδαίων, τῆς πολεμίας χώρας ἐλεύθεροι γενόμενοι καὶ εἰς τὴν οἰκείαν ἐπανελθόντες οὐκέτι προσέξουσιν, οἷς πάλαι προσεῖχον δαίμοσι πονηροῖς τοῖς τὰς ψυχὰς αὐτῶν ἠδικηκόσι καὶ πάντων αὐτοῖς κακῶν αἰτίοις γενομένοις, ἀλλὰ τῷ θεῷ λοιπὸν προσέξουσι μόνῳ ἅτε λυτρωτῇ καὶ σωτῆρι αὐτῶν γενομένῳ. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν κατὰ Κῦρον τὸν Περσῶν βασιλέα, ὃς πάντας ἀνῆκε τοὺς ἐν τῇ αἰχμαλωσίᾳ Ἰουδαίους· καθ’ ὃν καιρὸν οἱ περὶ τὸν Ζοροβάβελ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, οἵ τε ἅμα τῷ Ἔσδρᾳ καὶ Νεεμίᾳ τῆς Βαβυλῶνος ἐπανελθόντες, τὸν νεὼν ἤγειραν καὶ τὴν πόλιν αὐτὴν ἀνεκτήσαντο. ἄλλοι διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι· τὸ γὰρ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακώβ. οὗτοι γὰρ φησὶ μηκέτι πεποιθέναι ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ὅπερ ἔπραττον κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ βασιλέως· γέγραπται γὰρ ἐν ταῖς Βασιλείαις· καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων λέγων Δοῦλός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ. καὶ ἔλαβεν Ἄχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου τοῦ κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ Ἀσσυρίων δῶρα. καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν εἰς Δαμασκὸν καὶ ἔλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν. ἀλλ’ οὐκέτι φησὶν ἔσονται τοιοῦτοι ἐπανήξαντες, ἔσονται δὲ πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐλπίζον ἐπὶ θεὸν ἰσχύοντα. τήρει δ’ ἐνταῦθα ὡς ἡ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ· ἐπὶ θεὸν ἰσχύοντα, ἢλ γιββὼρ περιέχει, ὅπερ ἔκειτο ἐπὶ τῶν ὀνομάτων τοῦ γεννηθέντος ἡμῖν παιδίου, περὶ οὗ ἐλέγετο· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· κἀκεῖ γὰρ εἶχε τὸ Ἑβραϊκὸν ἐν τοῖς ὀνόμασιν αὐτοῦ ἢλ γιββώρ, πάλιν δὲ καὶ ἐν τοῖς μετὰ χεῖρας τοῦ καταλειφθέντος λαοῦ μνημονεύει. Καὶ ἐπιφέρει· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. τὸ μὲν οὖν πρῶτον τοὺς καταλειφθέντας ἐδήλου τοὺς ἐπανελθόντας ἀπὸ τῆς αἰχμαλωσίας, τὸ δὲ δεύτερον, ἔνθα ὁ λόγος ἀορίστως ἐπιφέρει μετὰ ὑποδιαστολῆς τό· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται, ἑτέραν παρίστησι διάνοιαν· ψάμμος γὰρ θαλάσσης τὸ μὲν πλῆθος ἀναρίθμητον ἔχει, ἄλλως δὲ ἄχρηστος τυγχάνει πρὸς γεωργίαν. ἐπειδὰν οὖν ὁ λαὸς Ἰσραήλ φησιν εἰς πλῆθος ἀναρίθμητον χυθῇ, ἄχρηστον δὲ γένηται ἐν τῇ κατὰ θεὸν καρποφορίᾳ, τὸ τηνικαῦτα τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, μόνον δὲ τὸ κατάλειμμα αὐτῶν σωθήσεται τοῦ λόγου σημαίνοντος τὴν ἄχρηστον πληθὺν τοῦ ἔθνους τῶν μετὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος οἰκησάντων τὴν χώραν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων· οὗτοι γὰρ ἦσαν οἱ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἐξ ὧν μόνον διεσώθη τὸ κατάλειμμα, οἱ ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. τοῦτο δὲ ἔσται φησὶν ἐπειδὰν λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ, δι’ ὧν σαφῶς τὸ εὐαγγέλιον τῆς καινῆς ᾐνίξατο διαθήκης ἐν ὅλῃ τῇ οἰκουμένῃ κηρυχθέν. συντετμημένος δὲ ἦν ὁ λόγος ὁ εὐαγγελικὸς τῷ μὴ περιέχειν τὰ παρὰ Μωσεῖ παραγγέλματα. τῶν δὲ προκειμένων ῥημάτων μέμνηται καὶ ὁ Ἀπόστολος τοῦτον λέγων τὸν τρόπον· Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἠσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ δωδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.