Ancient Greek · ~22 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.61.1
Not analysed yet
Πληρώσας ὁ λόγος τὴν περὶ τοῦ Ἰούδα καὶ τῆς Ἰερουσαλὴμ προφητείαν, δι’ ἧς ἐδήλου ὡς καὶ αὐτοὶ τὰ ὅμοια τῇ Σαμαρείᾳ καὶ τῷ Ἰσραὴλ πείσονται παραδοθέντες τῷ τῶν Ἀσσυρίων ἄρχοντι ὁποῖά τε τὸν πολιορκητὴν αὐτῶν τὸν Ἀσσύριον διαδ περί τε τῶν μετὰ ταῦτα εὐσεβῶς βιωσόντων προειπὼν ταῦτα πάντα περὶ τῶν μετὰ μακροὺς χρόνους γενησομένων παρόντα χρόνον, καθ’ ὃν Ἠσαΐας ὁ προφήτης ἐγνωρίζετο τοῖς κατ’ Ἑζεκίαν τὸν βασιλέα τὴν Ἰερουσαλὴμ οἰκοῦσι καὶ ἔφοδον φροντίζουσίν τε καὶ ἐν ἀγωνίᾳ καθεστῶσι, μὴ ἄρα ποτὲ καὶ αὐτοὶ πάθοιεν τὰ ὅμοια τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν. παραινεῖ μὴ φοβεῖσθαι τοὺς Ἀσσυρίους· ἥξειν μὲν γάρ φησι καὶ ἐπιστρατεύσειν κατὰ τῆς Ἰερουσαλὴμ τὸν τούτων βασιλέα πρὸς τὸ βραχείας πειραθῆναι πληγῆς τοὺς ἐν αὐτῇ κατοικοῦντας ὥσπερ ῥάβδῳ παιομένους, ἄπρακτον δὲ αὐτὸν ὑποστρέψειν φυγῇ χρησάμενον. ἐπληροῦτο δὲ καὶ ταῦτα ἐπὶ Ἑζεκίου υἱοῦ Ἄχαζ βασιλεύοντος ἐν Ἰερουσαλὴμ ἀνδρὸς γενομένου οὐ κατὰ τὸν πατέρα, δικαίου δὲ ἄλλως καὶ θεοφιλοῦς κατὰ πάντα τρόπον. διό φησι ὁ κύριος πρὸς τοὺς δηλωθέντας· μὴ φοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιών, αὐτ ἀπὸ Ἀσσυρίων. εἰ καὶ τὰ μάλιστα γὰρ ἐμοῦ ἐπιτρέποντος καὶ ἐν σοὶ ἐπελεύσεται ὁ τούτων βασιλεύς, ὅμως ἐν ῥάβδῳ ἐπιστρεπτικῇ πατάξει σε, ἀλλ’ οὐ ξίφεσιν οὐδὲ δόρασι πολέμου νόμῳ κρατήσας ἐπελεύσεταί σοι. καὶ αὕτη δὲ ἡ διὰ ῥάβδου κατὰ σοῦ πληγὴ οὐκ ἔσται παράνομος· ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή. τὸ δ’ αἴτιον τοῦ συγχωρηθῆναι τὸν Ἀσσύριον πεφεισμένῃ πληγῇ χρήσασθαι κατὰ σοῦ μὴ ἀγνόει· ἐπειδὴ γὰρ τῇ ὁδῷ Αἰγύπτου πάλιν σεαυτὸν ἐκδέδωκας εἰδωλολατρίᾳ προσεσχηκὼς κατὰ τοὺς χρόνους Ἄχαζ. τούτου χάριν ὑμᾶς τῇ ῥάβδῳ τοῦ Ἀσσυρίου παραδέδωκα εἰς σωφρονισμὸν καὶ ἐπιστροφήν. πλὴν ὅσον οὔπω παύσεταί μου ὁ θυμὸς μεταβαλλόντων ὑμῶν ἐπὶ τὸ κρεῖττον καὶ τὸν θεὸν ἐπεγνωκότων, ἅμα τῷ ὑμετέρῳ βασιλεῖ Ἑζεκίᾳ. διὸ καὶ ἡ ἀγανάκτησίς μου ἡ καθ’ ὑμῶν παύσεται, ἐμοῦ δὲ τῆς ὑμετέρας σωτηρίας ὑπερασπίζοντος, φεύξεται ὁ Ἀσσύριος ἀσχημόνως διὰ τῆς ὑμετέρας χώρας καὶ διὰ τῶν ὑμετέρων πόλεων τόπον ἐκ τόπου διαδιδράσκων. ἀντὶ δὲ τοῦ· πληγὴν γὰρ ἐπάγει ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, ὁ Σύμμαχος· ἐν ῥάβδῳ φησὶ πλήξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου. ταῦτα γὰρ σοὶ ποιήσει ὁ Ἀσσύριος διὰ τὴν ὁδὸν Αἰγύπτου, ἣν ὥδευσας, πλὴν ἐπεγερεῖ αὐτῷ ὁ θεός φησι μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. ἀνθ’ οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ἐξεγερεῖ ἐπ’ αὐτὸν κύριος τῶν δυνάμεων μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ τὴν ἐν Σοὺρ Ὠρήβ. κεῖται δὲ ἡ ἱστορία παρὰ Μωσεῖ ἐν τοῖς Ἀριθμοῖς, ὁπηνίκα ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἑξῆς εἶπε Μωσῆς τῷ λαῷ· Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι κυρίου ἐπὶ Μαδιὰμ ἀποδοῦναι ἐκδίκησιν χιλίους ἐκ φυλῆς, ὅτε καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιάμ ,ἐν οἷς ἦν καὶ Βαλαὰμ υἱὸς Βεώρ . ταῦτα δὲ ἐγίνετο ἐν Σοὺρ Ὠρήβ· ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σούρ, ὡς ἡ γραφὴ διδάσκει λέγουσα· ἐξῆρε Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἦγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ ,τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρήβ· γέγραπται γάρ· καὶ εἶπε κύριος πρὸς Μωσῆν Προπορεύου τοῦ λαοῦ, λάβε ἐν τῇ χειρί σου τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν καὶ πορεύσῃ. καὶ ἰδοὺ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ . ὥσπερ οὖν τότε τῇ Μαδιὰμ ἐπήγαγον τὴν πληγήν, οὕτως φησὶ καὶ τοῖς Ἀσσυρίοις ποιήσω, οἱ δὲ πληγέντες ἐν τῇ ἐμῇ μάστιγι ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. καὶ ἀφαιρεθήσεται ὁ ζυγὸς τοῦ Ἀσσυρίου ἀπὸ τοῦ ὤμου σου καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ. Καὶ σὺ μὲν ἔσῃ ἐλεύθερος καὶ παντὸς ἀπηλλαγμένος φόβου, ὁ δὲ φεύγων πρότερον μὲν ἥξει εἰς τὴν πόλιν Ἀγγαί, εἶθ’ ἐκεῖθεν παρελεύσεται εἰς ἕτερον τόπον καὶ ἀποκαμὼν ἐνταῦθα τὰ σκεύη αὐτοῦ ἀποθήσεται. ἔπειτα διαβήσεται ἐντεῦθεν ἀλλαχοῦ, κἀκεῖθεν εἰς τὴν καλουμένην πόλιν Σαούλ, εἶτα εἰς ἕτερον τόπον, καὶ οὕτως ἀσχημόνως ἀφανὴς ἔσται. Ὑμεῖς δὲ παρακληθήσεσθε καὶ παραμυθίας τεύξεσθε μηκέτι ὑποκείμενοι τῷ ζυγῷ Ἀσσυρίῳ· διὸ προστάττονται οἱ δυνάμενοι παρακαλεῖν καὶ παρακαλεῖσθαι ὑμᾶς ἐντεῦθεν ἤδη τοῦτο ποιεῖν. παρακαλεῖτε γάρ φησι σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρί, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ. ὑπὲρ γὰρ τοῦ μὴ φεύγειν ἀλλὰ μένειν καὶ καρτερεῖν τὴν πρὸς ὀλίγον ἐπελευσομένην παιδείαν παρακαλεῖτέ φησι τὴν θυγατέρα Σιών, δηλαδὴ τοὺς ἐνοικοῦντας τὴν Ἰερουσαλήμ. ἐπιτήρει δέ, ὅπως πρόσκειται τὸ σήμερον· τὰ μὲν γὰρ πρὸ τούτων λεχθέντα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων εἰς μακροὺς ἀνεπέμπετο χρόνους τοὺς ἐπὶ Ναβουχοδονόσορ, τὰ δὲ παρόντα πρὸς τοὺς σήμερον ὄντας κατ’ αὐτὸν τὸν προφήτην Ἠσαΐαν ἐλέγετο. διό φησι· παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι· πρὸς γὰρ τὸ μὴ φεύγειν τὸν λαὸν τὴν νῦν καὶ σήμερον ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γιγνομένην ἔφοδον τοῦ Ἀσσυρίου παρακαλεῖτε, ὥστε μένειν αὐτὸν καὶ μὴ φεύγειν μαθόντα, ὁποῖα πείσεται ὁ νῦν ἐφεστὼς Ἀσσύριος. τίνας δὲ παρακαλεῖν προστάττει, ἐπιλέγει ἑξῆς· οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ· τοῖς γὰρ ἐπαναβεβηκόσι καὶ τῇ ψυχῇ καὶ τῷ φρονήματι κατὰ θεὸν ἐπηρμένοις τὸν λαὸν παρακαλεῖν ἐγκελεύεται· εἰκὸς γὰρ τῆς ἐκ θεοῦ πληγῆς ἁψαμένης τῶν Ἀσσυρίων ὡς πεσεῖν αὐτῶν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτί, τοὺς περιλειφθέντας σὺν αὐτῷ βασιλεῖ φυγῇ κεχρῆσθαι διὰ τῶν κατωνομασμένων ἐν τῇ προφητείᾳ πόλεών τε καὶ κωμῶν καὶ τόπων. ὅπως δὲ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον ὁ Ἀσσύριος διῄει φεύγων, ἡ ἱστορία παρέστησε τοὺς Αἰθίοπας ἐπαναστῆναι αὐτῷ διδάξασα. μέχρι τούτου περιγράφεται ἡ προφητεία ἡ περὶ τοῦ Ἀσσυρίου λεχθεῖσα, τὰ δ’ ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τοῦ θεοῦ θεσπίζεται.