Ancient Greek · ~55 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.62.1
Not analysed yet
Τῶν Ἀσσυρίων πολλάκις μνημονεύσας ὁ λόγος καὶ τῶν ἀρξάντων παρ’ αὐτοῖς καὶ μεγαλοφρονησάντων τῆς ἀρχῆς τὴν καθαίρεσιν δηλώσας διὰ τῶν προκειμένων περὶ τῆς κατ’ ἔθνος πολυαρχίας διεξέρχεται· ἦσαν γοῦν τότε τοπάρχαι καὶ ἐθνάρχαι καὶ μερικοὶ βασιλεῖς, οἷον Αἰγύπτου καὶ Ἀραβίας καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν λοιπῶν ἐθνῶν, οἳ καὶ αὐτοὶ εἰδωλολατροῦντες ἐνύβριζον τὸν θεὸν ἐπαιρόμενοι καὶ ὑψούμενοι καὶ ὑπέρογκα φρονοῦντες. ἀκολούθως τοιγαροῦν καὶ περὶ τούτων αὐτῶν μετὰ τὰ προλεχθέντα περὶ τῆς καθαιρέσεως τῶν Ἀσσυρίων θεσπίζει σημαίνων τὴν παντελῆ τούτων κατάλυσιν ἐν τῷ λέγειν· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται καὶ τὰ τούτοις ἑξῆς. εἶτα τὸν χρόνον, καθ’ ὃν ταῦτα ἔσται, παριστὰς συνάπτει τὴν εἰς ἀνθρώπους πάροδον τοῦ Χριστοῦ σφόδρα εὐκαίρως· ἐπειδὴ γὰρ προεδίδαξε διὰ τῶν ἔμπροσθεν τὰ περὶ τῆς γενέσεως αὐτοῦ τῆς ἐκ παρθένου καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως ἐπὶ τοῦ παρόντος, ἐξ ὁποίου γένους καὶ ποίας φυλῆς προελεύσεται, ὁποίᾳ τε καταρθώσει ἡ εἰς ἀνθρώπους αὐτοῦ πάροδος προαναφωνεῖ. κατὰ τὸ αὐτὸ δὲ καὶ τῆς ἀποδοθείσης πολυαρχίας σημαίνει τὴν καθαίρεσιν, τῶν τε ἄλλων τῶν κατὰ πᾶν ἔθνος τὸ πρὶν δυναστευόντων ἀρχόντων ἐν τοπαρχίαις καὶ πολυαρχίαις, τῶν τε παρ’ αὐτοῖς Ἰουδαίοις ἡγουμένων καὶ ἁπαξαπλῶς ἁπάντων τῶν κατ’ ἔθνος ἀρχόντων, τῶν τε ἀοράτων δυνάμεων πνευμάτων τε πονηρῶν καὶ δαιμόνων, οἳ τὴν πολύθεον πλάνην παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐκ μακροῦ αἰῶνος ἐκράτυνον. τούτων δὴ πάντων ὁ λόγος ἐπὶ τῇ τοῦ σωτῆρος θεοφανείᾳ καθαίρεσιν ἔσεσθαι ἀπειλεῖ λέγων· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ὁρᾷς ὁπόσους καὶ ὁσάκις ὑψηλοὺς ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ ὑψηλοτάταις κέδροις ἀφομοιοῖ. διὸ εἴρηται ἀλλαχοῦ· εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου ,καὶ ἐν ἑτέρῳ πάλιν· φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον . τοιοῦτο τοίνυν πρῶτον ὁ λόγος ποιήσειν τὸν κύριον σαβαὼθ ἐπαγγέλλεται, λέγω δὲ τὸ συντρίψειν πάσας τὰς ἐν ἀνθρώποις ἐθναρχίας καὶ πολυαρχίας. ἐπεὶ δὲ πολλαχοῦ τῶν θείων γραφῶν Λίβανος ὠνόμασται ἡ Ἰερουσαλήμ, ὡς πολλάκις ἀπεδείξαμεν, εἰκότως καὶ αὐτῆς τὴν πτῶσιν, τῶν τε ἐν αὐτῇ τὸ παλαιὸν τὰ μεγάλα δεδυνημένων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους σημαίνει φάσκων· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Πῶς δὲ τούτων ἁπάντων ἔσται συντριβὴ καὶ πτῶσις, παρίστησιν ἑξῆς, ἐκ ῥίζης Ἰεσσαὶ προελεύσεσθαι ῥάβδον θεσπίζων, ἥτις πάντας τοὺς προδηλωθέντας ὑψηλοὺς συντρίψασα ταπεινώσει. διὸ ἐπισυνῆπται τό· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. ἀντὶ δὲ τοῦ· ἐκ τῆς ῥίζης, ἀπὸ κορμοῦ συμφώνως ἡρμήνευσαν οἱ λοιποί· καὶ γὰρ ἦν ἡ φυλὴ καὶ ἡ πατριά, ἐξ ἧς προῆλθεν ὁ σωτήρ, ὥσπερ τις κορμός, μηκέτι κλάδους ἔχων διὰ τὸ ἐκλελοιπέναι τοὺς ἐκ διαδοχῆς Δαυὶδ βασιλέας μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. διό μοι δοκεῖ κορμὸς ὠνομάσθαι τὸ κατὰ σάρκα γένος τοῦ Δαυίδ, οὗ πατὴρ ἦν ὁ Ἰεσσαί. ἵνα δὲ μή τις ὑπολάβῃ βασιλέα ὅμοιον τῷ Δαυὶδ ἔσεσθαι τὸν προφητευόμενον, οὐκ ἐκ τῆς ῥίζης εἶπε Δαυίδ, τοῦ δὲ Ἰεσσαὶ διὰ τὸ τοῦ βίου παραπλήσιον καὶ εὐσταλές· πένης γὰρ ἦν ὁ Ἰεσσαὶ καὶ οὐδεμιᾶς κατὰ κόσμον ἀρχῆς ἐπειλημμένος. εἰκότως οὖν ἐκ ῥίζης αὐτοῦ, ἢ ὥσπερ ἀπό τινος παλαιοῦ κορμοῦ ῥαβδίον λέγεται ἐξελεύσεσθαι κατὰ τὸν Ἀκύλαν, ὃς ῥαβδίον ἐξέδωκεν, οὕτως παραστήσας τὸ κατὰ σάρκα μέτριον καὶ ταπεινὸν τοῦ σωτῆρος ἡμῶν. καὶ ἀκρεμὼν δὲ ὁμοίως εἴρηται καὶ βλαστὸς διὰ τὴν αὐτὴν αἰτίαν· ἀντὶ γὰρ τοῦ· καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ὁ μὲν Ἀκύλας καὶ ἀκρεμὼν ἀπὸ ῥιζῶν αὐτοῦ αὐξηθήσεται εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βλαστὸς ἐκ τῶν ῥιζῶν αὐτοῦ αὐξηθήσεται. Τὸ μὲν οὖν ῥαβδίον ἢ ὁ ἀκρεμὼν ἢ ὁ βλαστὸς ὁ κατὰ σάρκα ἐπινοούμενος τοῦ σωτῆρος ἡμῶν ἄνθρωπος ἦν, ὁ δ’ ἐν αὐτῷ κατοικῶν θεὸς λόγος διὰ τῶν ἑξῆς ἐπιφερομένων δηλοῦται, δι’ ὧν εἴρηται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ· διὰ τούτων γὰρ τὸ πλήρωμα τῆς θεότητος τοῦ μονογενοῦς τοῦ θεοῦ σημαίνεται, περὶ οὗ φασιν οἱ Εὐαγγελισταί· ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ ὁ Ἀπόστολος· ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς κατοικῆσαι. τῶν μὲν γὰρ λοιπῶν προφητῶν ὁ καθ’ εἷς ἴδιόν τι χάρισμα εἰλήφει καὶ τῶν ἀποστόλων δὲ ὁμοίως ἕκαστος μέρος τι ἐκ τοῦ πληρώματος μετείληχεν, αὐτὸς δὲ τό που πλήρωμα τῆς θεότητος, ὃ οὐδεὶς πώποτε ἀνθρώπων κεχώρηκεν ἢ μόνος ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαι προφητευόμενος, ἐν ᾧ τὸ πνεῦμα τοῦ θεοῦ κατῴκησε, περὶ οὗ φησιν ὁ Ἀπόστολος· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, πνεῦμα σοφίας καὶ συνέσεως, σοφία δὲ ἦν ὁ προὼν τοῦ θεοῦ λόγος, δι’ οὗ τὰ πάντα γέγονε· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, καὶ ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, καὶ κατὰ τὸν Ἀπόστολον· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία . τοῦτο τοίνυν τὸ πνεῦμα τῆς σοφίας, οὐ πρὸς ὥραν οὐδὲ πρὸς ἡμέραν οὐδὲ πρὸς βραχύν τινα καιρὸν ἐπῄει τῷ προφητευομένῳ, ἀλλ’ ἐπανεπαύσατο ἐπ’ αὐτὸν ὡς ἐν οἰκείῳ ναῷ, τὸ δὲ αὐτὸ πνεῦμα βουλῆς καὶ ἰσχύος ἦν. διὸ Μεγάλης βουλῆς ἄγγελος ἐν τοῖς ἔμπροσθεν ἐκαλεῖτο, καὶ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἴρηται. ἀλλὰ καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας καὶ πνεῦμα φόβου θεοῦ τὸ αὐτὸ λέλεκται. οὐ διῃρημένως δὲ πολλὰ ταῦτα χρὴ νοεῖν πνεύματα, ὥσπερ δὲ νοοῦμεν αὐτὸν εἶναι θεοῦ λόγον καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν καὶ ἄλλα μυρία κατὰ τὰς ἐν αὐτῷ διαφόρους ἐπινοίας, οὕτω καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ. καὶ ταῦτα πάντα ἕνα καὶ τὸν αὐτὸν χρὴ νοεῖν τὸν προόντα τοῦ θεοῦ λόγον τὸν ἐπαναπαυσάμενον τῷ ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γενομένῳ. Τὰ μὲν οὖν τῆς συμπλοκῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρὸς ὃν ἀνείληφεν υἱὸν ἀνθρώπου, ὧδέ πη δεδήλωται, τὰ δὲ κατὰ τὸν βίον, ὃν ἐπολιτεύσατο συνδιατρίψας ἀνθρώποις, ἑξῆς ὑπογράφει λέγων· οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ οὐδὲ τῇ ἀκοῇ τῶν ὤτων αὐτοῦ ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ πένητας καὶ ἐλέγξει ἐν εὐθύτητι πτωχοὺς γῆς. εὕροις δ’ ἂν ἐν τοῖς Εὐαγγελίοις, ὅπως ὁ σωτὴρ καὶ κύριος ἡμῶν οὐ κατὰ τὴν δόξαν ἔκρινεν. μηδενὸς οὖν λαμβάνων πρόσωπον, ἤλεγχε σὺν παρρησίᾳ πολλῇ ποτὲ μὲν τοὺς γραμματεῖς καὶ φαρισαίους, ποτὲ δὲ τοὺς ἀρχιερεῖς ἔνδον ἐν τῷ ναῷ, οἷς καὶ ἔλεγεν· ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν· οἱ μὲν γὰρ προσῄεσαν αὐτῷ λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι πρὸς οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. ὁ δὲ οὐ κατὰ τὴν λαλιὰν αὐτῶν ἤλεγχε· διὸ εἰδὼς τὰς πονηρίας αὐτῶν ἀπεκρίνατο· τί με πειράζετε, ὑποκριταί; καὶ ταπεινῶν δὲ κρίσιν ἔκρινεν, ἤλεγχέ τε τοὺς ταπεινοὺς τῆς γῆς ἢ τοὺς πτωχοὺς ἐν εὐθύτητι κατὰ τὸν Σύμμαχον, πτωχοὺς νοούντων ἡμῶν, οὓς μακαρίζων ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. ἦσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ τοιοῦτοι, οὓς καὶ αὐτοὺς ἀπήλεγχε ποτὲ μὲν φάσκων πρὸς αὐτούς· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε, καὶ πάλιν· οὔπως νοεῖτε οὐδὲ συνίετε, ποτὲ δὲ τῷ Πέτρῳ· ὀλιγόπιστε, εἰς τί ἐδίστασας; καὶ ἄλλα δὲ πλεῖστα φαίνεται ἐπιτιμήσας καὶ ἀπελέγξας, ὃ δὴ καὶ αὐτὸ προλαβοῦσα ἡ προφητεία ἐθέσπισεν. εἶθ’ ἑξῆς ἐπιλέγει· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. νοήσεις δὲ καὶ τοῦτο ἐπακούσας αὐτοῦ λέγοντος· Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. μάχαιρα δὲ ἦν ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι’ οὗ τὴν γῆν καὶ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. καὶ ἐν πνεύματι ἀνελεῖ ἀσεβῆ τοῖς ἀθέοις καὶ ἀσεβέσι δαίμοσιν ἐπιτιμῶν καὶ μακρὰν αὐτοὺς ἐλαύνων διὰ χειλέων αὐτοῦ προφερομένῳ λόγῳ, ὡς βοᾶν αὐτοὺς καὶ λέγειν· τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. Ἀλλὰ καὶ ἔσται φησὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται δικαιοσύνη περίζωμα τῆς ὀσφύος αὐτοῦ καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. ὥσπερ δὲ βασιλεὺς ζώνῃ χρυσῇ καὶ λίθοις πολυτελέσι ζώννυται, τὸν αὐτὸν τρόπον καὶ τῷ προφητευομένῳ ζώνην ἀφορίζει τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν, κἀνταῦθα νοουμένης τῆς θεότητος τοῦ λόγου· αὐτὸς γὰρ ἦν ἡ δικαιοσύνη, ὡς διδάσκει ὁ Ἀπόστολος λέγων· ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις εἰρηκὼς ἀναγέγραπται· ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. αὕτη τοίνυν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τὸν ἐκ ῥίζης Ἰεσσαὶ περιέσφιγγον πλευρὰς καὶ ὀσφὺν ἐν βασιλικῷ καὶ ἐν στρατιωτικῷ σχήματι, τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα αὐτοῦ ἐμφαίνοντος τοῦ λόγου, διὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον. Ἑξῆς τὰ κατορθώματα αὐτοῦ διαγράφει διδάσκων, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ θείας ἀρετῆς λύκοι μὲν οἱ ἐν ἀνθρώποις ἁρπακτικοὶ καὶ πλεονεκτικοὶ μεταβαλοῦσι δὲ τῆς μοχθηρίας ὡς μετὰ ἀρνῶν ἡμέρων καὶ πράων τὰς ψυχὰς ὑπὸ μίαν ἐκκλησίαν ἀγελάζεσθαι. ἄλλοι δὲ ὠμότατοι καὶ σφόδρα ἀπηγριωμένοι ἄνδρες οὐδὲν παρδάλεων διαφέροντες τὸ τοῦ θηρὸς φοβερὸν ἀποθέμενοι ἐρίφοις ἅμα τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτέροις συναναπαύσονται. καὶ λέοντι δὲ τοὺς τρόπους παρεικασμένοι ἄλλοι, τὸ ὠμόθυμον καὶ σαρκοβόρον ἦθος ἐναλλάξαντες, ὁμοῦ τοῖς ἐν τῇ ἐκκλησίᾳ νεογνοῖς ὥσπερ μόσχοι καὶ ταῦροι συμβοσκηθήσονται τῆς αὐτῆς ἐκ τῶν θείων λογίων μεταληψόμενοι τροφῆς. εἰ δὲ καὶ βασιλικούς ποτε ἄνδρας ἀξιώμασι καὶ ὑπεροχαῖς ταῖς κατὰ τὸν βίον τετιμημένους θεάσοιο ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ μετὰ πενήτων καὶ εὐτελῶν συναγομένους, μὴ ὄκνει λέγειν καὶ οὕτως πληροῦσθαι τὴν γραφὴν λέοντας μόσχοις συμβοσκηθήσεσθαι φήσασαν. ἀλλὰ γὰρ ὁμοῦ τούτους πάντας τοὺς ἀποδοθέντας λύκους καὶ ἄρνας καὶ παρδάλεις, ἐρίφους τε καὶ λέοντας καὶ μόσχους καὶ ταύρους παιδίον φησὶ νήπιον ἄξει. τὸ δὲ ἄξει ἀντὶ τοῦ συνάξει λέλεκται. ἔργῳ δὲ ἔστι παραλαβεῖν καὶ τοῦτο, συνορῶντας ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ τοὺς πλείους τῶν προεστώτων δι’ ἁπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας· ὅμως δ’ οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δέ φησι καὶ ἄρκος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσονται τὰ παιδία αὐτῶν· κἀνταῦθα δὲ ἡμέρων καὶ πρὸς γεωργίαν ψυχῆς ἐπιτηδείων ἀνδρῶν καὶ ἄλλων ἀπηγριωμένων τοῖς τρόποις, τὴν ἐπὶ τὸ αὐτὸ κοινωνίαν διαγράφει, πλουσίων τε καὶ πενήτων, πονηρῶν τε καὶ ἀγαθῶν παῖδας ὁρῶν συγκροτουμένους ἐπὶ τῆς ἐκκλησίας μαρτυρήσεις τῇ προφητείᾳ φησάσῃ· καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται. σαρκοβόρος δὲ λέων τὴν φύσιν, ἀχύροις τρεφόμενος ποηφάγου ζῴου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνής, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων γραφῆς, ἧς ὁ μὲν λανθάνων ἐν ἀποκρύφῳ νοῦς αὐτὸς εἴη ὁ ψυχῶν τρόφιμος λόγος· ἡ δὲ τοῦτον περιβάλλουσα λέξις τὸ ἄχυρον. Ἔτι πρὸς τούτοις παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον· ἐπὶ τρώγλην ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖν καὶ μηδὲ κακὸν πείθεσθαι λέλεκται. τρῶγλαι δὲ καὶ κοῖται ἀσπίδων καὶ τῶν τούτων γεννημάτων εἶεν ἂν σώματα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων, οἷς ἐμφωλεύοντα τὰ ἑρπυστικὰ καὶ ἰοβόλα πνεύματα ἐγκοιτάζεται, τρώγλαις ὥσπερ τοῖς τοῦ σώματος αἰσθητηρίοις χρώμενα. ταῦτα δὲ τοῦ Χριστοῦ παιδίον, ἀνήρ τις ἁπλοῦς καὶ τῇ κακίᾳ νηπιάζων, τῇ τοῦ σωτῆρος ἀπελαύνων δυνάμει, τὴν χεῖρα αὐτοῖς ἐπιτίθησι μηδὲν κακοποιεῖν δυναμένοις διὰ τὸν ἐκ ῥίζης Ἰεσσαὶ προελθόντα, ὃς ἐξουσίαν ἐδίδου τοῖς αὐτοῦ παιδίοις πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. ταῦτα πάντα ἔσεσθαι ἐπαγγέλλεται ἐπὶ τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, τὸ καὶ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, οὐκ ἀλλότριον τοῦ ἐπουρανίου καὶ εὐαγγελικοῦ λόγου, ἐφ’ ὃν ὁ οἶκος τοῦ θεοῦ καὶ ἡ ἐκκλησία αὐτοῦ οἰκοδομεῖται. ἵνα γοῦν μή τις τὸ ἐνταῦθα λεγόμενον ὄρος ἅγιον νομίσῃ εἶναι τὸ ἐν μέρει γωνίας τῆς Παλαιστίνης Ἰουδαίοις ὑπειλημμένον, διασαφεῖ τὴν διάνοιαν ἑξῆς ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, οὕτως σημαίνων τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυμένην ἐκκλησίαν τοῦ θεοῦ καὶ τὴν ἐν αὐτῇ κηρυττομένην εὐσεβῆ γνῶσιν, τὴν πᾶν τὸ ἁλμυρὸν τῆς κακίας τοῦ βίου, ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν καὶ πᾶσαν ψυχῆς ῥυπαρίαν ἀποκαθαίρουσαν. Ἔσται δέ φησιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δῆλον δ’ ὅτι κατὰ τὸν προφητευόμενον χρόνον, οὗτος αὐτὸς ὁ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησόμενος μετὰ τὸ ἀναστῆναι, δῆλον δ’ ὅτι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἄρχων καὶ ἡγούμενος τῶν ἐθνῶν, καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν· οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς οὐδ’ ὥσπερ αὐτὸς ὁ Δαυίδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας κρατήσει, τῶν δ’ ἁπανταχοῦ τῆς γῆς ἄρξει. καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι πληρουμένης κἀκείνης τῆς προφητείας, δι’ ἧς εἴρηται παρὰ Μωσεῖ· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν . τέλος δὲ ἐπάγει τοῦ παντὸς λόγου· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ δόξα, σφόδρα ἀκολούθως· τὴν γὰρ πρώτην ἀρχὴν τῆς εἰς ἀνθρώπους γενέσεως αὐτοῦ διδάξας καὶ τὰ μεταξὺ πάντα διελθὼν καὶ τὸ τέλος ὁποῖον ἕξει παρίστησι λέγων· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμὴ καὶ δόξα. οὐδαμῶς μὲν θάνατον ὑπογράφων αὐτοῦ, ἀνάπαυσιν δὲ ὀνομάζων καὶ δόξαν καὶ τιμήν· τοῦτο γὰρ ἦν τὸ τέλος τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους οἰκονομίας. ὃ δὴ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν δεικνὺς ἔλεγεν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.