Ancient Greek · ~35 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.63.1
Not analysed yet
Τὸν μὲν ἐκ ῥίζης Ἰεσσαὶ προελευσόμενον οὐδ’ ἕτερον τοῦ Χριστοῦ καὶ αὐτοὶ εἶναι ὁμολογοῦσιν Ἰουδαίων παῖδες, σαφῶς τὸν παρ’ αὐτοῖς προσδοκώμενον ἠλειμμένον διὰ τῆς προκειμένης προφητείας δηλοῦσθαι φάσκοντες. ἤδη δὲ χιλίων ἐτῶν Χριστοῦ διελθόντος ἀπὸ τῶν τοῦ προφήτου Ἠσαΐου καὶ εἰς ἡμᾶς καιρῶν καὶ μὴ τὸν προφητευόμενόν πω ἐληλυθέναι, παραδεχόμενοι εἰς ἀεὶ δὲ ἀναβαλλόμενοι καὶ εἰς ἄπειρον ἐκτείνοντες τὴν προσδοκίαν καὶ τὴν προφητείαν ὡς οὐκ ἀληθῆ θεσπίζουσαν διαβάλλουσι καὶ σφᾶς αὐτοὺς τῆς τῶν προφητευομένων ἀποστεροῦσιν ἐλπίδος. ἔπειτα πειρῶνται διερμηνεύειν τὸν νοῦν τῶν προφητικῶν φωνῶν μὴ νοοῦντες κατὰ τὸν Ἀπόστολον μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται φέρ’ οὖν ἤδη τῶν προκειμένων ἐφαψώμεθα, ἐπειδὴ τὸν ἀνιστάμενον ἐκ ῥίζης Ἰεσσαὶ ἄρξειν τῶν ἐθνῶν ἐθέσπισε. καὶ ἐπήγαγεν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν· ἀναγκαίως καὶ τοῦ Ἰουδαϊκοῦ μέρους μέμνηται διὰ τῶν προκειμένων πρὸς τὸ μὴ ὑπολαβεῖν τὸν προφητευόμενον μηδένα ὠφελήσειν τὸν ἐκ περιτομῆς λαόν. Διδάσκει τοίνυν ὡς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ θεσπιζομένου, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· προσθήσει φησὶ κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα λαοῦ αὐτοῦ, ὁ δὲ Σύμμαχος· προσθήσει κύριος ἐκ δευτέρου τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ· ὥσπερ γὰρ ἅπαξ ποτὲ ἐν Αἰγύπτῳ καταπονούμενον τὸν τῶν Ἰουδαίων λαὸν ἠλευθέρωσε τῆς κακώσεως, τὴν αὐτοῦ χεῖρα τὴν παραδοξοποιὸν διὰ Μωσέως προστησάμενος, δι’ ἧς τὰ παράδοξα θαύματα εἰργάσατο ἐπὶ τῆς Αἰγυπτίων χώρας, τὸν αὐτὸν τρόπον προσθήσει πάλιν τὴν χεῖρα αὐτοῦ ὥσπερ ἐκ δευτέρου κινῶν αὐτὴν διὰ παραδόξων ἔργων, ὑπὲρ τοῦ κτήσασθαι καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ. πάλιν δὲ καὶ ἐνταῦθα τὸ ὑπόλειμμα καὶ τὸ ὑπόλοιπον τοῦ λαοῦ σημαίνει τὸ διὰ τῶν ἔμπροσθεν ὠνομασμένον, περὶ οὗ ἐλέγετο· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. τοῦτο δὲ ἦν τὸ σπέρμα τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ θεσπιζομένου, ὃ δὴ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν ἀπὸ παντὸς τοῦ ἐν πᾶσι τοῖς ἔθνεσι διεσπαρμένου Ἰουδαίων λαοῦ, εἴτε γὰρ ἐν τῇ τῶν Ἀσσυρίων χώρᾳ, εἴτ’ ἐν Αἰγύπτῳ, εἴτε ἐν Βαβυλῶνι, εἴτε ἐν Αἰθιοπίᾳ, εἴτ’ ἐν τῇ γῇ τῶν Ἐλαμιτῶν, εἴτ’ ἐν τῇ λοιπῇ οἰκουμένῃ διεσπαρμένοι τινὲς ἦσαν τοῦ Ἰουδαίων ἔθνους. τούτων αὐτῶν τοὺς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας λεῖμμα κατ’ ἐκλογὴν χάριτος γενομένους δοξάσειν καὶ ζηλωτοὺς ποιήσειν εἴρηται, ὃ δὴ καὶ ἔργοις ἐπληροῦτο δι’ αὐτῶν τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, τῶν τε λοιπῶν τῶν ἐξ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένων ἡ ἐκκλησία τοῦ θεοῦ συνέστη καὶ ἡ κλῆσις τῶν ἐθνῶν ἁπάντων δι’ αὐτῶν ἐπετελέσθη. πρῶτοι μὲν γὰρ ἦσαν οἱ δώδεκα τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, κἄπειτα οἱ ἑβδομήκοντα μαθηταί· μέμνηται δὲ καὶ ἀδελφῶν ὁ Παῦλος, οἷς ὤφθη ἐφάπαξ μετὰ τὴν ἀνάστασιν ὁ σωτήρ, καὶ ἑτέρων πλειόνων ἀποστόλων. τοῦ δ’ αὐτοῦ χοροῦ καὶ ὁ Παῦλος ἦν καὶ ὁ Βαρναβᾶς καὶ Τιμόθεος, οἵ τε λοιποὶ πάντες, οὓς συνεργοὺς αὐτοῦ καὶ συστρατιώτας ὁ Παῦλος ὠνόμαζεν, ὧν τε αἱ Πράξεις τῶν Ἀποστόλων ἐξέθεντο τὴν μνήμην, οἷς προσήκει συμπεριλαμβάνειν καὶ τοὺς ἐν ἡμέρᾳ τῆς πεντηκοστῆς ὁμοθυμαδὸν συνηγμένους καὶ πληρωθέντας ἁγίου πνεύματος, οἳ καὶ ἐλάλουν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. ἐφ’ οἷς καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐσεβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνήχθη τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες· οὐκ ἰδοὺ πάντες εἰσὶν οὗτοι Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Συρίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ ταῖς ἡμετέραις γλώσσαις. εἶτα τοῦ Πέτρου διαλεχθέντος αὐτοῖς περὶ τῆς σωτηρίου χάριτος ἀποδεξάμενοι τὸν λόγον οἱ προλεχθέντες ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. καὶ ἄλλοτε πάλιν Ἰουδαίων πλείους ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. καὶ αὖθις ἱστορεῖ ἡ γραφὴ τοὺς περὶ τὸν Ἰάκωβον εἰρηκέναι τῷ Παύλῳ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν. λοιποῖς δὲ ἔθνεσιν οἱ ἀπόστολοι καὶ οἱ πρῶτοι εὐαγγελισταὶ τοῦ λόγου πρώτοις Ἰουδαίοις ἐκήρυττον, μύριοί τε ἦσαν καθ’ ἕκαστον ἔθνος Ἰουδαῖοι τὸν Χριστὸν τοῦ θεοῦ κηρύττοντες, δι’ ὧν ἁπάντων τὸ εὐαγγέλιον πᾶσι διεδίδοτο τοῖς ἔθνεσι συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς, οὓς καὶ ζηλωτοὺς ὁ θεὸς ἐποίει καὶ παρὰ πᾶσιν ἐνδόξους τοῖς τὸν καταγγελόμενον ὑπ’ αὐτῶν λόγον παραδεχομένοις. Καὶ τοῦτό γε φησὶ τὸ λεῖμμα κατ’ ἐκλογὴν χάριτος ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσι καὶ πρὸ πάντων συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα, τοὺς ἐν ταῖς τέσσαρσι πτέρυξι τῆς γῆς· παραγγελίαν γὰρ εἰληφότες πορεύεσθαι πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . τοῦτ’ ἔπραττον κηρύττοντες πρῶτον τὸ εὐαγγέλιον μετὰ τοῦ τοὺς ἀσθενοῦντας ἰᾶσθαι καὶ λεπροὺς καθαρίζειν, δαίμονας ἐκβάλλειν, δωρεάν τε ταῦτα ποιεῖν κατὰ τὰ παρηγγελμένα, πρώτοις δὲ κηρύττοντες τοῖς ἐκ περιτομῆς συνήγαγον τοὺς ἐξ αὐτῶν πιστεύοντας εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν πάλαι ὄντας ἀπολλυμένους, καθὰ ἐδίδασκεν ὁ σωτὴρ λέγων· πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ταῦτα δὲ ἔπραττον ἐν ταῖς τέτταρσι πτέρυξι τῆς γῆς, διατρέχοντες ἀνατολὴν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν· πρώτοις μὲν οὖν ἐκείνοις μετεδίδοσαν τοῦ εὐαγγελικοῦ λόγου, ἔπειτα τοῖς λοιποῖς ἔθνεσιν ἐκήρυττον. διὸ λέλεκται· καὶ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα. τίς δὲ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ ἢ ὁ ἀποστολικὸς χορὸς ἢ καὶ ὁ δι’ αὐτῶν κηρυττόμενος ἐκ ῥίζης Ἰεσσαί, ὅ τε ἐν αὐτῷ κατοικῶν θεὸς λόγος; συνήγαγον τότε ὑπὸ μίαν ἐκκλησίαν οὐκέτι διεστῶτες οὐδὲ ἀφωρισμένοι ἀλλήλων ὡς τὸ πρότερον. Ἰδίως μὲν ἡ φυλὴ τοῦ Ἐφραὶμ καὶ οἱ ὑπὸ ταύτην λαοὶ ἐν Σαμαρείᾳ βασιλευόμενοι, ἰδίως δὲ οἱ τῆς φυλῆς Ἰούδα ὑπάρχοντι τῷ ἐν Ἰερουσαλὴμ βιοῦντες, διὸ καὶ ἀφαιρεθήσεσθαι τὸν ζῆλον τὸν μεταξὺ αὐτῶν φησιν ὡς μηκέτι Ἐφραὶμ τὸν Ἰούδαν ζηλῶσαι μήτε Ἰούδα τὸν Ἐφραίμ· ὅπερ ἐγίγνετο κατὰ τοὺς τῆς προφητείας χρόνους, ὡς ὁ λόγος ἐδήλου διὰ τῶν ἔμπροσθεν. Ἑξῆς τούτοις φησί· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι· πάντως γὰρ ἐχρῆν αὐτοὺς περινοστοῦντας τὰ ἔθνη καὶ τῇ διὰ θαλάττης χρήσασθαι πορείᾳ, ὥσπερ οὖν ἱπτάμενοι ᾗ τάχος καὶ τὸν διὰ θαλάττης δρόμον ἤνυον, ὥστε ἐν βραχεῖ χρόνῳ πλείστοις ἔθνεσι τὸ εὐαγγέλιον κηρύξαι. καὶ τοτὲ μὲν διέτρεχον πεζῇ, τοτὲ δὲ διὰ θαλάττης, οὐχὶ Ἰουδαίοις χρώμενοι κυβερνήταις, ἀλλ’ αὐτοῖς τοῖς τὸν Χριστοῦ λόγον παραδεδεγμένοις. κατὰ τὸ αὐτὸ δὲ καὶ τὴν θάλατταν προενόμευον, οὕτω σημαίνοντος τοῦ λόγου τὰς νήσους, ἃς ἐν παρόδῳ διερχόμενοι τοὺς ἐν αὐταῖς τῇ σωτηρίῳ καθυπέταττον διδασκαλίᾳ. τοῦ δὲ λόγου γνῴης ἂν τὸ ἀποτέλεσμα ἐξ ἑνὸς παραδείγματος· Παῦλος ὁ ἀπόστολος, εἷς ὢν τῶν θεσπιζομένων, εἰς τὴν Ῥωμαίων ἀνιὼν διὰ θαλάσσης τὴν πορείαν ἐποιεῖτο, καταχθεὶς δὲ ἐν Μελίτῃ οὕτω καλουμένῃ νήσῳ θαῦμα τοῖς ἐπιχωρίοις παράδοξον ἐπεδείξατο, νοσοῦντάς τε τὰ σώματα ἰασάμενος τοὺς θεωμένους ἐξέπληξεν οὕτως, ὡς πολλοὺς προνομεῦσαι καὶ ἑλεῖν ὑπὸ τὴν σωτήριον διδασκαλίαν. διὸ εἴρηται· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν· προνομεύσουσιν οὖν φησιν οἱ Χριστοῦ μαθηταὶ καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν. ἱστοροῦνται γοῦν τινες αὐτῶν μέχρι καὶ τῆς Περσῶν καὶ Ἰνδῶν διεληλυθέναι χώρας. ἐπεὶ δὲ ἐδόκουν κατὰ τοὺς χρόνους τοῦ προφήτου Ἰδουμαῖοι καὶ Ἀμμανῖται καὶ Μωαβῖται τὰ περὶ τὴν Ἰουδαίαν Ἀραβικὰ ἔθνη, πολέμια καὶ ἐχθρὰ τυγχάνειν τοῦ παρὰ Ἰουδαίοις τιμωμένου θεοῦ διὰ τὴν ἔκτοπον αὐτῶν εἰδωλολατρίαν εἰκότως τούτων αὐτῶν ὀνομαστὶ μνήμην ὁ λόγος ἐποιήσατο, ὡς καὶ αὐτῶν παραδεξομένων τὴν ὑπὸ τῶν ἀποστόλων κηρυχθησομένην θεοσέβειαν. διό φησι· καὶ ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ τοὺς υἱοὺς δὲ Ἀμμὼν ὑπακούσεσθαι τῷ κηρύγματι προφητεύει. ἔθνη δὲ ταῦτά ἐστι τῶν τὴν Ἀραβίαν οἰκούντων πάλαι μὲν ὄντα δεισιδαιμονέστατα, νυνὶ δὲ τὸν Χριστοῦ λόγον ὑποδεδεγμένα, διὸ ὡς παράδοξον θεσπίζει τὸ ὑποταγήσεσθαι τοῖς τοῦ εὐαγγελίου κήρυξι τοὺς πάλαι ἐχθροὺς καὶ ἐναντίους τῇ Ἰουδαίων θεοσεβείᾳ. κατὰ δὲ τὸν Σύμμαχον· Ἐδώμ φησι καὶ Μωὰβ ἔκτασις χειρὸς αὐτῶν. ὃ καὶ αὐτὸ δι’ ἔργων ἐπληροῦτο, ὅτε τὴν ἑαυτῶν χεῖρα καὶ τὰς δι’ αὐτῶν ἐπιτελεσμένας πράξεις οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἐπὶ τοὺς τὴν Ἀραβίαν οἰκοῦντας ἐξέτειναν ὡς καὶ τὰς τούτων πόλεις ἐκκλησιῶν πληρῶσαι θεοῦ ἐν τῷ λέγεσθαι· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ πάλιν· υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. εἰδέναι χρὴ ὡς οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε ἡ τῶν λοιπῶν ἑρμηνευτῶν λέξις τὴν προσθήκην τοῦ πρώτους αὐτοὺς ὑπακούσεσθαι περιέχει, ἀλλὰ αὐτὸ μόνον, ὅτι καὶ ἐπὶ τούτους ἐκταθήσεται ἡ διὰ τῶν ἀποστόλων καταγγελλομένη τοῦ Χριστοῦ χάρις.