Ancient Greek · ~42 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.64.1
Not analysed yet
Οἱ τρεῖς συμφώνως οὕτως ἡρμήνευσαν· καὶ ἀναθεματίσει κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν τὸ πλῆθος τῶν ἀσεβῶν ἀνδρῶν ἢ καὶ τὸ χύμα τῆς κακίας ἁλμυρῶν ὑδάτων ὥσπερ πεπληρωμένης. ἀναθεματίσειν δὲ λέγεται ὁ κύριος, ἵνα μηκέτι τῇ γλώσσῃ τῇ Αἰγυπτίᾳ τὴν δεισιδαίμονα πλάνην κρατύνωσι, μάθωσι δὲ λαλεῖν τὰ τοῦ θεοῦ λόγια καὶ ὀμνύειν ἐν τῷ ὀνόματι κυρίου. ἐπιστῆσαι δὲ ἄξιον ὡς καὶ ἐν τοῖς προκειμένοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται ὁ λόγος κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ἐν τῷ· ἰδοὺ ὁ θεὸς ὁ σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ἀντὶ γὰρ τοῦ σωτῆρός μου ἡ Ἑβραϊκὴ λέξις ἠσουαθὶ περιέχει, καὶ πάλιν ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ἀντὶ τοῦ σωτηρίου, ἠσουὰ λέλεκται. ὥσπερ τῆς Ἰδουμαίας καὶ τῆς Μωὰβ καὶ τῶν υἱῶν Ἀμμὼν οὐκ ἀργῶς ἐν τοῖς ἔμπροσθεν ὀνομαστὶ ἐμνημόνευσεν ὁ λόγος, ἀλλ’ ὅτι δεισιδαιμονέστατα τυγχάνοντα ἔθνη, ἐχθρά τε καὶ ἀντικείμενα τῷ τῶν προφητῶν ὑπῆρχε θεῷ, διὸ ὡς ἐν παραδόξῳ θεσπίζει αὐτὰ ταῦτα τὴν Χριστοῦ διδασκαλίαν παραδέξασθαι. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς Αἰγυπτίων εἰδωλολατρίας τὴν μνήμην εὐκαίρως παρείληφεν, ὡς καὶ αὐτῆς καταλυθησομένης κατὰ τοὺς δηλουμένους χρόνους. ἔστι δὲ ὁ παρὼν λόγος οὐ περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία ἐν ὑποθέσει περιγεγραμμένη οἰκείᾳ, ἧς προγέγραπται· ὅρασις Αἰγύπτου περὶ δὲ τοῦ κατ’ ἐκλογὴν λείμματος. ἐπεὶ καὶ ταῦτα θεσπίζει διδάσκων, ὅπως μετὰ τὴν πάροδον τὴν εἰς ἀνθρώπους τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου οἱ τοῦτον παραδεδεγμένοι λεῖμμα κατ’ ἐκλογὴν ὄντες τοῦ Ἰσραὴλ μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὴν Αἰγυπτίων χώραν τῆς Χριστοῦ διδασκαλίας πληροῦσι, μηδενὸς αὐτοῖς ἐμποδὼν ἱσταμένου. τετηρήκαμεν δὲ ἤδη καὶ πρότερον, ὅτι τῆς προφητικῆς φωνῆς τὰ μὲν πρὸς λέξιν ἀποδίδοται οὐ δεόμενα τροπικῆς ἀλληγορίας, τὰ δὲ καὶ μὴ βουλομένους ἐκβιάζεται δι’ ἀλληγορικοῦ τρόπου χωρεῖν. ὥσπερ οὖν κατηνάγκαζεν ὁ λόγος τροπικῶς ἑρμηνεύειν τὴν ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ τὸ ἄνθος καὶ τὸν κορμόν, οὐκέτι δὲ καὶ τὸν Ἰεσσαὶ δίκαιον ἦν ἀλληγορεῖν, καὶ πάλιν τὰ ὡς περὶ θηρίων λελεγμένα ἀναγκαῖον ἦν μεταφέρειν ἐπὶ τοιούσδε τρόπους ἀνθρώπων, οὐκέτι δὲ καὶ τὰ ἔθνη τροπολογεῖν, ὧν ἐλέγετο ἄρχειν. οὕτω καὶ ἐν τοῖς μετὰ χεῖρα Αἴγυπτον μὲν τὴν αἰσθητὴν τῶν Αἰγυπτίων χώραν ἀναγκαῖον ὁμολογεῖν, θάλασσαν δὲ αὐτῆς καὶ ποταμὸν ἀλληγορικῶς ἐκδέχεσθαι, ἅπερ φησὶν ἐρημωθήσεσθαι κατὰ τοὺς προφητευομένους χρόνους, ἐν οἷς προσθήσειν εἴρηται ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ· τῇ γὰρ προσθήκῃ προγενομένοις πράγμασιν ἕτερα ὁμοιότροπα ἐπιγενήσεσθαι δηλοῖ, ἐφ’ οἷς γὰρ πάλαι διὰ Μωσέως ἡ χεὶρ τοῦ κυρίου ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου καὶ διήγαγε τὴν θάλασσαν τὴν ἐρυθρὰν καὶ εἰσήγαγεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὴν οὖσαν ἀλλοφύλων πρότερον. νυνὶ διὰ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἡ αὐτὴ χεὶρ τοῦ κυρίου προσθήκην ἀγαθῶν ποιουμένη τοὺς ἀποστόλους τοῦ σωτῆρος καὶ τοὺς κήρυκας τοῦ σωτηρίου εὐαγγελίου Ἰουδαίους ὄντας καὶ ἐξ Ἰουδαίων ὁρμωμένους ἐπιδόξους καὶ ζηλωτοὺς ἐποίει καθ’ ὅλης τῆς οἰκουμένης, οὐ μὴν ἀλλὰ ἐπ’ αὐτῆς Αἰγύπτου, ἔνθα παρῄεσαν ἀκωλύτως μηδενὸς ἐμποδὼν αὐτοῖς γιγνομένου. καὶ κατῄεσαν ἐπὶ καθαιρέσει τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας. καὶ οἱ μὲν ἐπὶ Μωϋσέως ἐξῄεσαν φεύγοντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, οἱ δὲ Χριστοῦ μαθηταὶ εἰσῄεσαν εἰς Αἴγυπτον αὐτόμολοι κήρυκες τοῦ σωτηρίου λόγου. καὶ τοῖς μὲν ἐπὶ Μωϋσέως διῄρητο ἡ θάλασσα αἰσθητῶς, τό τε ὕδωρ τοῦ Αἰγυπτίου ποταμοῦ μετεβάλλετο εἰς αἷμα· ἡ δὲ τῶν ἀγαθῶν προσθήκη ἐπὶ τῶν δηλουμένων χρόνων τῇ μὲν θαλάσσῃ ἐρημίαν ἀπειλεῖ τῇ Αἰγυπτίᾳ, τῷ δὲ ποταμῷ αὐτῶν παντελῆ ἔκλειψιν, πρὸς τὸ δίχα τινὸς κωλύματος τοὺς τοῦ σωτηρίου εὐαγγελίου κήρυκας ἐκπεριελθεῖν τὰς Αἰγυπτίων χώρας καὶ ἀνατροπὴν μὲν τῆς πολυθέου αὐτῶν δεισιδαιμονίας ἐργάσασθαι, τοῦ δὲ ἐπὶ πάντων θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελθόντος παραδοῦναι τὴν γνῶσιν. θεωρητέον δὲ ὅπως οὐ τὴν χώραν Αἰγύπτου, ἀλλὰ τὴν θάλασσαν αὐτῆς λέγεται ὁ κύριος ἐρημώσειν τοῦ τῆς εἰδωλολατρίας πλήθους οὕτω δηλουμένου. εἰ τοίνυν τὰ πλήθη τῆς κακίας τοῦ βίου θαλάσσῃ παραβάλλεται, ὅρα εἰ μὴ εὐλόγως τὴν τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν γλῶσσαν τῶν πάλαι τὸν θεὸν ἀγνοούντων, ὡς ἐδήλου λέγων ὁ Φαραώ· οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω. ὃ δὴ προϊὼν ὁ λόγος ἔσεσθαι θεσπίζει. οὕτω δὲ ἀνατεθεμάτισται τῆς Αἰγυπτίας θαλάσσης ἡ γλῶσσα, ὡς ἀποσιωπῆσαι τῶν παρ’ αὐτῆς πάλαι βοωμένων πονηρῶν δαιμόνων τὰ χρηστήρια καὶ τὰ μαντεῖα· λελύσθαι δὲ αὐτῶν καὶ τὰς δι’ ἀνδρῶν γοήτων κακοτεχνίας. ἃ δὴ πάντα δι’ ἔργων ἐπληροῦτο μετὰ τὸ κήρυγμα τὸ εὐαγγελικὸν τὸ κηρυχθὲν αὐτοῖς Αἰγυπτίοις. ἐξ ἐκείνων δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν παρ’ Αἰγυπτίοις νενομισμένων θεῶν ἡ πᾶσα δύναμις ἀπέσβη καὶ πάντων δὲ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης Αἰγυπτιαζόντων κατὰ τὸν ὅμοιον τῆς εἰδωλολατρίας τρόπον ἡ ποτὲ πλημμυροῦσα καὶ κυματουμένη θάλασσα τὴν ἐσχάτην πέπονθεν ἐρημίαν. θάλασσαν δὲ τῆς Αἰγύπτου λέγεται κύριος ἐρημώσειν, τοῦτ’ ἔστι τῆς εἰδωλολατρίας τὸ πλῆθος, οὐ μόνον δὲ τὴν θάλασσαν ἐρημώσειν, ἀλλὰ καὶ τὴν χεῖρα αὐτοῦ ἐπιβαλεῖν ἐπὶ τὸν ποταμὸν αὐτῆς τῆς ἐξ αἰῶνος συνεστώσης τοῖς Αἰγυπτίοις βασιλείας, οὕτως πως δηλουμένης βιαίου πνεύματος νοουμένου τοῦ πρῶτον καθελόντος τὴν βασιλείαν Αἰγυπτίων Ῥωμαίων ἄρχοντος· λέλυτο γοῦν αὐτὸς ὁ ποταμὸς παταχθεὶς ἢ καὶ ὥσπερ εἰς κοιλάδας βαθείας ταπεινωθεὶς καὶ εἰς φάραγγας μεταβληθεὶς ἑπτά. ὃ δὴ καὶ αὐτὸ νοήσεις ἐπιστήσας τὸν νοῦν, ὡς πάλαι μὲν ἑνὸς ποταμοῦ ῥεῦμα μέγιστον, δι’ οὗ τὸ τῆς Αἰγύπτου βασίλειον ἐδηλοῦτο, τῶν αὐτόθι πάντων ἐθνῶν ἐκράτει, παταχθέντος δ’ ἐκείνου καὶ λυθέντος μερικοί τινες ἄρχοντες αὐτῶν κατὰ χρόνους ἡγοῦντο· οἱ μὲν τὰ Λιβύων διέποντες μέρη, οἱ δὲ ἀφωρισμένως τὰ Θηβαίων, οἱ δ’ αὐτῆς Αἰγύπτου καὶ Ἀλεξανδρείας. καὶ τούτων οἱ μὲν ἡγεμονίαις τετίμηνται, τῶν δημοτικῶν καὶ πολιτικῶν πραγμάτων ἐγκεχειρισμένοι τὴν φροντίδα, οἱ δ’ ἀφωρισμένως πάλιν τῶν στρατιωτικῶν καθηγοῦνται ταγμάτων, καὶ οὗτοί γε πάντες ὑπὸ τῆς μείζονος ἐξουσίας ἐπὶ τὰς δηλωθείσας ἀρχὰς προαγόμενοι. κἄπειτα ἰδιωτεύοντες φάραγξιν εἰκότως παρεβλήθησαν ὡς ἐν παραθέσει τοῦ πάλαι πλημμυροῦντος παρ’ αὐτοῖς ποταμοῦ, λέγω δὲ τοῦ βασιλείου, ὃ δὴ πᾶσαν αὐτὴν ἀθρόως τε τὴν Αἴγυπτον καὶ τὰ ἀμφὶ ταύτην ἔθνη ἑνὶ ῥεύματι περιέκλυζε, μιᾷ δυνάμει βασιλικῇ κατακρατούσῃ τῶν ὅλων. οὕτως οὖν ἐπατάσσετο καὶ ὁ Αἰγύπτιος ποταμός, μερικαί τε φάραγγες ὑφίσταντο ἀντ’ αὐτοῦ ὡς βατὴν εἶναι τοῦ λοιποῦ τὴν Αἴγυπτον τοῖς τὸ Χριστοῦ εὐαγγέλιον κηρύττουσι, μηδενὸς ἐμποδὼν αὐτοῖς ἱσταμένου μηδ’ ἐπιβαίνειν κωλύοντος. Διόπερ ὡς μηκέτι συνεστώσης τῆς Αἰγυπτίων βασιλείας καὶ ὡς τῆς δαιμονικῆς ἐνεργείας τῆς ἐν αὐτοῖς ἀποσβεσθείσης τὸ κήρυγμα τὸ εὐαγγελικὸν ἐπὶ σχολῆς αὐτοῖς κατηγγέλλετο κατὰ τὸ φῆσαν λόγιον· καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, ἀλλὰ καὶ ἔσται φησὶ τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· ὡς γὰρ ὁ Μωσέως λαὸς διέβη ποσὶ τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς, εἶτα μετὰ τὴν δίοδον τὴν ᾠδὴν ᾖσαν λέγοντες Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, τὸν αὐτὸν τρόπον καὶ οἱ προφητευόμενοι τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταί, αὐτοὶ ὄντες οἱ ἐκ τοῦ παντὸς Ἰουδαίων ἔθνους περιλειφθέντες, ἀκώλυτον ποιούμενοι τὸν δρόμον καὶ πᾶσαν διατρέχοντες τὴν Αἰγυπτίων χώραν καὶ Ἰουδαίοις μὲν κηρύσσοντες τὸ εὐαγγέλιον ἐν ταῖς συναγωγαῖς αὐτῶν, ἐκκλησίας δὲ Χριστοῦ συνιστῶντες ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, καινὸν ᾆσμα ἐμφερῶς τοῖς ἐπὶ Μωϋσέως ἐδίδασκον ᾄδειν τοὺς δι’ αὐτῶν ὠφελημένους. Τοῦτο δὲ ἦν τὸ προφωνηθὲν ὑπὸ τοῦ φάσκοντος προφητικοῦ λόγου· Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ’ ἐμοῦ καὶ ἠλέησάς με. ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι. καὶ οὐ φοβηθήσομαι, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. ταῦτα διδάσκονται λέγειν οἱ τῇ Αἰγυπτίων χώρᾳ τὸν Χριστὸν τοῦ θεοῦ καταγγέλλοντες ἢ καὶ αὐτοὶ Αἰγύπτιοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι· ὡς γὰρ μηκέτ’ ὑφεστῶτος ἐν αὐτοῖς τοῦ προλεχθέντος ποταμοῦ μηδὲ τῆς πάλαι κυματουμένης θαλάσσης. διό φασιν· ἰδοὺ ὁ θεός μου ὁ σωτήρ, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ οὐ φοβηθήσομαι διὰ τὸ μηκέτ’ εἶναι τοὺς ἐκφοβοῦντας αὐτοὺς μηδὲ κωλύοντας κατὰ τὸν Χριστοῦ λόγον θεοσεβεῖν, ὅτι ἡ δόξα μου φησὶ καὶ ἡ αἴνεσίς μού ἐστι καὶ ἐγένετό μοι εἰς σωτηρίαν. τὸ δὲ ὠργίσθης μοι ἐξομολόγησιν προτέρων ἁμαρτημάτων παρίστησιν, ὧν ἕνεκα θεοῦ ἦσαν ὀργῆς ἄξιοι πρὸ τῆς σωτηρίου κλήσεως οἱ Αἰγύπτιοι. τὸ δέ· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με τὴν μετὰ τὴν κλῆσιν δωρηθεῖσαν αὐτοῖς ἄφεσιν ἁμαρτημάτων σημαίνει. ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γενομένη καὶ αὐτοῖς Αἰγυπτίοις καὶ πᾶσι τοῖς τὸν υἱὸν τοῦ θεοῦ παραδεδεγμένοις δεσμῶν λύσιν καὶ ἁμαρτιῶν συγχώρησιν ἐδωρήσατο. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. πάλιν δὲ κἀνταῦθα ἀλληγορικῶς παραδεκτέον τὸ ὕδωρ καὶ τὰς πηγὰς τοῦ σωτηρίου· νοήσεις δὲ ταῦτα αὐτοῦ λέγοντος ἀκούων τοῦ σωτῆρος· εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. πηγαὶ τοίνυν σωτηρίου λόγοι ἦσαν εὐαγγελικοὶ ἐξ ἁγίου πνεύματος ἀνομβρώμενοι, ὥσπερ οἱ προφητικοὶ λόγοι πηγαὶ ὠνομάζοντο Ἰσραὴλ ὑπὸ τῆς λεγούσης γραφῆς· ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ. ἀλλὰ γὰρ ἀπὸ τῶν πηγῶν τοῦ σωτηρίου λόγου προφητεύονται πίεσθαι οἱ Αἰγύπτιοι καὶ οἱ τούτοις τὸ ποτὸν τὸ σωτήριον διακονήσαντες. Ἑξῆς τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα λέγειν προστάττει· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. τὸ δὲ ἐρεῖς προσφωνήσῃς τῷ χορῷ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· ἐν ἐκείνῃ γάρ φησι τῇ ἡμέρᾳ, δηλαδὴ ἐν τῷ προφητευομένῳ καιρῷ, ἐρεῖς σύ, ὁ κῆρυξ τοῦ σωτηρίου εὐαγγελίου, τοῖς τὸ κήρυγμα παραδεξαμένοις Αἰγυπτίοις· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. ταῦτα γὰρ σύ, ὁ χορὸς ὁ ἀποστολικός, διδάσκων τοὺς ὑπὸ σοὶ μαθητευομένους ἐρεῖς, παραγγέλλων αὐτοῖς μὴ σιωπᾶν, ἐξαγγέλλειν δὲ τοῖς πᾶσι καὶ εἰς ἐξάκουστον βοᾶν τῆς σωτηρίου εὐεργεσίας τὴν χάριν. εἶτα πάλιν τοῖς αὐτοῖς προσφωνεῖ διδάσκειν καὶ λέγειν· ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα πάντα ἐν πάσῃ τῇ γῇ. μεθ’ ἅπαντα ἐπιλέγει· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. ἤδη δὲ διὰ πλειόνων Σιὼν ἀπεδόθη ὁ εὐαγγελικὸς λόγος, ἐφ’ ὃν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται. ἐπεὶ τοίνυν ὁ ἅγιος Ἰσραὴλ ὑψώθη ἐν μέσῳ τῆς ἐκκλησίας αὐτοῦ, εἰκότως ἀγαλλιᾶσθέ φησι καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν αὐτῇ, ἅτε μέσον αὐτὸν ἔχοντες τὸν ἅγιον Ἰσραὴλ κατὰ τὴν ἐπαγγελίαν, ἣν καὶ αὐτὸς πεποίητο φήσας· ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. πλὴν ἀλλὰ πάλιν τὸ προφητικὸν πνεῦμα τῷ ὀνόματι κέχρηται καὶ τὴν Σιὼν ἀγαλλιᾶν τε καὶ εὐφραίνεσθαι τοὺς ἐν αὐτῇ παρακελεύεται τούτοις τοῖς ῥήμασιν εἰς εὐθυμίαν ἄγον τοὺς ἐκ περιτομῆς διὰ τὸ νομίζειν ταῦτα περὶ αὐτῶν λέγεσθαι καὶ ταύτῃ τῇ δόξῃ περιέπειν τὴν βίβλον ὡς ἂν τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσαν.