Ancient Greek · ~43 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.65.1
Not analysed yet
Συντελέσας ὁ λόγος τὴν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου προφητείαν καὶ πάντα θεσπίσας τὰ ἐπὶ τῇ παρουσίᾳ τοῦ Χριστοῦ γενησόμενα ἑτέρας ἄρχεται ὑποθέσεως τῆς κατὰ Βαβυλῶνος, εἶθ’ ἑξῆς δευτέραν τίθησι τὴν περὶ τῶν Φυλιστιέων, οὕτως δὲ εἴωθεν ἡ γραφὴ τοὺς Παλαιστίνους ὀνομάζειν, μεθ’ οὓς τρίτον ἐστὶ τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος, εἶτα καὶ τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ καὶ μετὰ ταῦτα ὅρασις Αἰγύπτου, εἶθ’ ἕκτον τὸ ὅραμα τῆς ἐρήμου καὶ εἶτα τὸ ὅραμα τῆς Ἰδουμαίας, ἔπειτα λῆμμα ἐν τῇ Ἀραβίᾳ, ᾧ ἕπεται τὸ ὅραμα τῆς φάραγγος Σιὼν καὶ ἐπὶ πᾶσι τὸ ῥῆμα Τύρου. δέκα δὴ αὗται συνημμέναι τυγχάνουσι προφητεῖαι περὶ τῶν ἀλλοφύλων ἐθνῶν, αἷς καὶ τὴν φάραγγα Σιὼν περιείληφε τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαταλέξας. γνῶσιν δὲ αὐτοῖς τὴν διὰ Χριστοῦ καὶ ἀγαθῶν ἐπαγγελίας εὐαγγελίζεται, κηρύττει τε καθολικῶς τοῖς πᾶσι τὸν περὶ τῆς τοῦ θεοῦ κρίσεως λόγον προτρέπων ἅπαντας ἀνθρώπους θεοσεβῶς ζῆν τοῦ δικαιωτηρίου τοῦ θεοῦ μεμνημένους. ἀναγκαίως δὲ τὰς περὶ τούτων αὐτῶν προφητείας Ἰουδαίοις παρεδίδου, ἵν’ ἐκ τῆς προαγορεύσεως τῶν μελλόντων τῆς τε κατὰ τὰς προρρήσεις ἐκβάσεως πεισθεῖεν ἀληθῶς θεὸν εἶναι τὸν διὰ τῶν προφητῶν αὐτοῖς λαλοῦντα, πρόνοιάν τε αὐτῶν ποιούμενον καὶ τὰ λυσιτελῆ παραινοῦντα. πρώτην οὖν τίθησι τὴν κατὰ Βαβυλῶνος ὅρασιν, προειπὼν ἐν ἀρχῇ τῆς ὅλης βίβλου ὅρασιν τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ. ἐπειδὴ γὰρ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ, ἀπ’ αὐτῶν ἤρξατο τῶν οἰκείων καὶ εἰς αὐτοὺς πάλιν καταστρέψει τὸν λόγον. τῶν δὲ ἀλλοφύλων ἐθνῶν τὴν Βαβυλῶνα προστάσσει, βασιλικὴ δὲ αὕτη τῶν Ἀσσυρίων πόλις μεγίστη καὶ δυνατωτάτη. λέγονται δὲ Ἀσσύριοι πρῶτοι τῆς οἰκουμένης κρατῆσαι ἐφ’ ὅλοις χιλίοις καὶ τριακοσίοις ἔτεσι μέχρι τῶν πολιορκησάντων τὴν Ἰερουσαλὴμ καὶ τὸν Ἰουδαίων λαὸν αἰχμάλωτον ἀγαγόντων εἰς τὴν ἑαυτῶν χώραν. ἐπὶ ταύτῃ γὰρ τῇ τῶν Ἀσσυρίων πράξει αὐτίκα καὶ οὐκ εἰς μακρὰν τὸ κράτος αὐτῶν κατελύθη. διαμενούντων ἔμπροσθεν ὅπως εἷλον οἱ Ἀσσύριοι τὸν Ἰσραὴλ καὶ τὴν Σαμάρειαν προεδήλου, μελλούσης δὲ ὅσον οὔπω καὶ τῆς Ἰερουσαλὴμ τὴν ὁμοίαν τῇ Σαμαρείᾳ πολιορκίαν ὑπομένειν καὶ τὸ ταύτης ἐθέσπισε τέλος, ἀλλὰ καὶ ἅπερ αὐτοὶ πείσονται οἱ Ἀσσύριοι καὶ οἱ τούτων ἄρχοντες διεξῆλθε. νυνὶ δὲ τὰ περὶ τῆς ἐξ αἰῶνος παρ’ αὐτοῖς βασιλικῆς πόλεως διδάσκει, οὐχ ὅπως αὐτοὶ μάθοιεν οἱ Βαβυλώνιοι τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι. πῶς γὰρ οἱ μὴ παρόντες, ἀλλ’ ὅπως οἱ τὴν πρωτείαν ὑποδεχόμενοι προσδοκῶ ἐνταῦθα, ἀλλὰ καὶ τὴν τοῦ θεοῦ περὶ πάντας ἀνθρώπους ἐσομένην δικαιοκρισίαν εἰδέναι, ἔχοιέν τε παραμυθίαν τῶν αὐτοῖς συμβησομένων ὡς ἐκδικηθησόμενος, μέλλων δὲ ὁ λόγος μερικὴν ποιεῖσθαι ἀπειλὴν κατὰ τῆς Βαβυλῶνος προεκτίθεται προφητείαν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διδάσκων, ὁποῖα πείσονται ἐν τῷ τοῦ θεοῦ δικαιωτηρίῳ οἱ καθ’ ὅλης τῆς οἰκουμένης ἀσεβῶς καὶ ὑπερηφανῶς ἄρξαντες. μετὰ δὲ τὴν καθολικὴν ταύτην διδασκαλίαν διαβαίνει ἐπὶ τὴν μερικὴν περὶ τῆς Βαβυλῶνος ἀπειλήν. Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες. ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. ταῦτα δὲ τὸ ἐν τῷ προφήτῃ θεῖον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λόγου προφέρεται. αὐτὸς τοίνυν ἐστὶν ὁ παρακελευόμενος τοῖς ἀμφ’ αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας καὶ παρακελεύσασθαι τοῖς ἔνδον οὖσι προϊέναι, ἥκειν τε καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι εἶναί τινα χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις, ἐν ᾗ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμέναι τυγχάνουσι. καὶ μήποτε αὕτη ἐστὶν ἡ καλουμένη ἄβυσσος, ἣν πεπληρῶσθαι δρακόντων διδάσκει ὁ φάσκων λόγος· δράκοντες καὶ πᾶσαι ἄβυσσοι; ὅθεν καὶ τὸν σωτῆρα παρεκάλουν οἱ δαίμονες, μὴ πέμψαι αὐτοὺς εἰς τὴν ἄβυσσον, ὁπηνίκα ἔλεγε τό· ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς· οὐ γὰρ ἠγνόουν καιρόν τινα ἔσεσθαι αὐτοῖς τῆς εἰς τὴν ἄβυσσον καθείρξεως. τὰς μὲν οὖν δυνάμεις τὰς ἀντικειμένας ἤτοι γιγάντων οὔσας ψυχὰς ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων ἀγγέλων, ἐξ ὧν οἱ γίγαντες ἐγεννήθησαν, ὧν καὶ ἡ Μωσέως μνημονεύει γραφὴ λέγουσα· ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. εἶθ’ ἑξῆς τοὺς γεννηθέντας ἐξ αὐτῶν αὐτοὺς εἶναί φησι τοὺς γίγαντας τοὺς ὀνομαστοὺς ἀπ’ αἰῶνος, εἴτε οὖν τούτων τὰς ψυχάς, εἴτε τῶν τούτους γεγεννηκότων τὰ πνεύματα, εἴτε ἑτέρας τινὰς ἀποστατικὰς δυνάμεις ἐκριφείσας τῆς οὐρανίου λήξεως εἰκὸς σκότῳ καὶ δεσμοῖς παραδεδόσθαι μέχρι τοῦ τῆς κρίσεως καιροῦ. ἐπειδὰν δὲ τὸ τοῦ θεοῦ δικαιωτήριον ἐπιστῇ καὶ ἡ καθολικὴ κρίσις, ἐν ᾗ κρινεῖ ὁ Χριστὸς τοῦ θεοῦ πᾶν γένος ἀνθρώπων καθίσας ἐπὶ θρόνου δόξης αὐτοῦ, ὅτε καθὼς ἐδίδαξεν· ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι πάντα τὰ ἔθνη μετὰ σάλπιγγος μεγάλης ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ. τὴν μὲν ἀνάστασιν τῶν νεκρῶν καὶ τὴν τῶν ἐθνῶν ἁπάντων τὴν ἐπὶ τὸ κριτήριον τοῦ θεοῦ παραγωγὴν διὰ τῶν ἀγγέλων αὐτοῦ ποιήσεται τῶν τὸν θρόνον αὐτοῦ περιπολούντων· ἀποστελεῖ γάρ φησι τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτῶν, τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων ἐπάξει τοῖς κολασθησομένοις διὰ τῶν ἀντικειμένων δυνάμεων. παρακελεύεται τοίνυν διὰ τῶν προκειμένων τοῖς οἰκείοις ἀγγέλοις ἐπ’ ὄρους πεδινοῦ σημεῖον αἴρειν, ὄρος πεδινὸν ἐνταῦθα ὀνομάζων τὸν περίγειον τόπον καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον. ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσεως παρακελεύεται, ἀλλὰ καὶ ὑψῶσαι τὴν φωνὴν συγκαλοῦντας ἐπὶ τὸ κριτήριον τοὺς κριθησομένους. εἶθ’ ἑξῆς φησι· παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες, ἀνθ’ οὗ ὁ Σύμμαχός φησι· κινήσατε χεῖρα καὶ ἐξελθέτωσαν θύρας· ἀπὸ γὰρ τοῦ ἐξωτάτου σκότους, ἐν ᾧ ἦσαν ἀποκεκλεισμένοι προελθεῖν τὰς προλεχθείσας δυνάμεις προστάττει. διὸ ἐπιλέγει· ἀνοίξατε θύρας· οὐκ ἄν ποτε ἄλλως ἀνοιχθείσας ἢ ἐμοῦ τοῦ κριτοῦ προστάξαντος καὶ ὑμῶν τῶν ἐμῶν ἀγγέλων διακονουμένων. τῷ ἐμῷ νεύματι ἀνοίξαντες δὲ τὰς θύρας, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, προτρέποντες σπεύδειν τοὺς καλουμένους. ἐγὼ γάρ εἰμι ὁ συντάσσων καὶ ἄγων αὐτούς. τίνες δέ εἰσιν οὗτοι, ἑξῆς παρίστησι διασαφῶν καὶ λέγων· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες συμφώνως δὲ τοῖς Ἑβδομήκοντα ἡρμήνευσεν ὁ Θεοδοτίων εἰπών· καίγε ἐκάλεσα τοὺς γίγαντάς μου, ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ· γίγαντας, δυνατοὺς ἡρμήνευσαν. οὕτως δὲ καλεῖ τὰς τιμωρητικὰς δυνάμεις, δι’ ὧν τὰ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς πληροῦται. ἐπιχαιρεσίκακοι δέ τινες ὄντες οὗτοι οἱ λεγόμενοι γίγαντες ὥσπερ τὰ κατ’ εὐχὰς πράττοντες· χαίρουσιν ἐπὶ τῷ ὑβρίζειν καὶ κολάζειν τοὺς ἀσεβεῖς, ἅτε δὴ μὴ ἔχοντες σπλάγχνα οἰκτιρμοῦ μηδὲ χρηστότητα μηδὲ φιλανθρωπίαν, ἀλλ’ ὠμόθυμοι καὶ ἀπάνθρωποι τυγχάνοντες. δέον γοῦν στένειν ἐπὶ τοῖς ἀπολλυμένοις, οἱ δὲ ἅμα ὑβρίζοντες ἔχαιρον. Ταῦτα μὲν οὖν περὶ τούτων, τὰ δ’ ἑξῆς περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει· φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων· οἱ γὰρ μέλλοντες τῇ τιμωρίᾳ παραδίδοσθαι οὐδὲν ἕτερον ἢ φωνὰς ἀφήσουσι τὰ ἑαυτῶν ἐξομολογούμενοι κακά, ὁμοῦ δὲ καὶ κατὰ τὸ αὐτὸ τὰ ἔθνη πάντα καὶ οἱ τούτων βασιλεῖς μίαν καὶ τὴν αὐτὴν ἀποδώσουσι φωνήν, ὀλοφυρόμενοι τὰς ἑαυτῶν συμφοράς. εἶτα τὴν αἰτίαν τῆς τῶν ἐθνῶν καὶ τῶν βασιλέων φωνῆς διδάσκει λέγων· κύριος σαβαώθ, ἢ κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν, ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. τοὺς δ’ ἀνωτέρω γίγαντας ὀνομασθέντας ὁπλομάχους ἐνταῦθα καλεῖ, μακρὰν ὄντας πάλαι καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένους, οὓς ὅτε καιρὸς καλεῖ προστάττει ἔρχεσθαι ὁ τῶν ὅλων κριτὴς ἐπὶ τῷ καταφθεῖραι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. ἐπεὶ καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐπὶ θρόνου δόξης αὐτοῦ τοὺς ἐκ δεξιῶν πρώτους ἐπὶ τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν πρὸ καταβολῆς κόσμου καλεῖ· ὧν παραληφθέντων καὶ εἰσαχθέντων εἰς τὴν ἐπαγγελίαν ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ ἐν τοῖς ἀριστεροῖς εὑρεθησόμενα ἡ ἀπειλὴ τοῦ πυρὸς ἐξενήνεκται. Ταῦτα διδάξας ὁ λόγος μέλλοντα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τοὺς μηδέπω εἰς αὐτὴν ἐφθακότας ἔτι δὲ ἐν τῷ βίῳ τούτῳ τυγχάνοντας ἐπὶ μετάνοιαν προκαλεῖται, ὡς ἔτι καιρός ἐστιν ἐπιστρέφειν καὶ ἐπὶ τοῖς ἑαυτῶν κακοῖς ἀποκλάεσθαι καὶ ὀλολύζειν παραινῶν. διό φησιν· ὀλολύξατε, τὰ γλυπτά· ἐγγὺς γὰρ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει· οὔπω γάρ φησιν ἐπέστη τὰ ἠπειλημένα, μέλλει δὲ ὅσον οὔπω. διὸ προλαβόντες κλαυθμῷ καὶ θρήνῳ καὶ ὀλολυγῇ ἐξιλάσασθε τὰ ἑαυτῶν κακά· μέλλει γὰρ ἡ προλεχθεῖσα ἡμέρα τῆς ὀργῆς τοῦ θεοῦ ἐφίστασθαι, ἐν ᾗ πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. πρέσβεις δὲ ἐνταῦθα καλεῖ τοὺς προϊσταμένους τῶν τῆς ἀθεότητος λόγων καὶ τοὺς πρεσβεύοντας ὑπὲρ τῆς εἰδωλολάτρου πλάνης, τούς τε διδασκάλους τῶν ἀθέων καὶ ἀσεβῶν δογμάτων, οὓς μετελεύσεται τὰ κατηριθμημένα πάντα. ἴδιον τῶν διατρεπομένων καὶ ἀπροσδοκήτων δεινῶν περιπεσόντων τὸ μεταβάλλειν τὸ χρῶμα τοῦ προσώπου. Οἷς ἐπιλέγει· ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται μήνιδος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. κατ’ ἐκεῖνο δὲ καιροῦ φησιν οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσονται τοῦ ἡλίου ἀνατέλλοντος· κατὰ γὰρ τὸν τῆς συντελείας καιρὸν οὔθ’ ὁ ἥλιος οὔθ’ ἡ σελήνη οὔθ’ οἱ ἀστέρες τοῖς κολάσει καὶ τιμωρίᾳ παραδοθησομένοις ἀσεβέσι τὸ ἑαυτῶν φῶς δώσουσι, μεταβαλόντες δὲ καὶ οἱ φωστῆρες ἀπὸ τῆς ἑαυτῶν ὑπηρεσίας ἐπὶ ἑτέραν ἥξουσι κρείττονα λῆξιν, ὥσπερ τινὸς παλιγγενεσίας τευξόμενοι καὶ μηκέτι μὲν τῇ τῶν σωμάτων δουλεύοντες ματαιότητι, ἐλευθερούμενοι δὲ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς κατὰ τὸν ἀποστολικὸν λόγον. Ἵν’ ὑπερουρανίου καὶ ὑπερκοσμίου τινὸς ἀναπαύσεως δόξης τε τῆς ἀνωτάτω τύχωσιν, ὑποχωρησάντων δὲ τῶν φωστήρων σκότῳ παραδοθέντες οἱ ἀσεβεῖς πείσονται τὰ προφητευόμενα, οἷς ἐπιλέγεται· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. ταῦτα μὲν οὖν πάντα καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κατὰ τῶν ἀσεβῶν γενησομένης κρίσεως εἴρηται, διὸ ἐν ὅλοις τούτοις τῆς οἰκουμένης μέμνηται ὁ λόγος, οὐ μὴν τῆς Βαβυλῶνος, ὥστ’ εἶναι ἀκριβῆ τὴν ἡμετέραν ἐπιτήρησιν, καθ’ ἣν διείλομεν τὴν διάνοιαν τῆς προφητείας εἴς τε γενικὸν λόγον τὸν περὶ τῆς καθολικῆς κρίσεως καὶ εἰς εἰδικὸν τὸν περὶ τῆς Βαβυλῶνος. διὸ τὰ προλεχθέντα τῆς οἰκουμένης μνήμην ἐποιεῖτο διαφόρως ἐν τῷ ποτὲ μὲν λέγειν· κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην ,ποτὲ δέ· ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ αὖθις· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, ἐν οἷς οὐδὲ ἅπαξ τῆς Βαβυλῶνος ἐμνημόνευσε ἡ προφητεία, καθολικὴν δὲ ποιεῖται διδασκαλίαν περὶ τῆς τοῦ θεοῦ δικαιοκρισίας, περὶ ἧς καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. τί δήποτε Βαβυλωνίων μόνων ὥσπερ ἀποσκληρωτικῶς μέμνηται, οὐχὶ δὲ καὶ ἑτέρων ἐθνῶν, οἷον Γαλατῶν ἡμιθέων ἢ Σπάνων; ὅτι φησὶν οὐδένες ἄλλοι κατ’ ἐκεῖνο καιροῦ παρηνώχλουν τὸ Ἰουδαίων ἔθνος ἢ οἱ καταλεχθέντες συνεχῶς αὐτοῖς ἐπανιστάμενοι· καὶ ποτὲ μὲν τὴν Ἰερουσαλὴμ πορθοῦντες, ποτὲ δὲ τὴν χώραν αὐτῶν δῃοῦντες. διόπερ ὁ λόγος τοὺς πολιορκουμένους ἀναγκαίως ἐδίδασκε τὰ συμβησόμενα τοῖς αὐτὸν πολιορκοῦσιν.