Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.66
Not analysed yet
Τὰ προλεχθέντα περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διελθὼν ἔτι καὶ ταῦτα προστίθησιν ὁ λόγος τὰ συμβησόμενα τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἀσεβέσι διδάσκων καὶ τὰ ἐπελευσόμενα τοῖς τῶν ἐθνῶν ἀθέως καὶ τυραννικῶς ἄρξασιν. ἦσαν δὲ οὗτοι ὑπερήφανοι καὶ ἐπηρμένοι τινὲς οἱ κατὰ καιροὺς καὶ χρόνους τῶν ἐπὶ γῆς κρατήσαντες, περὶ ὧν φησι· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι, ὁ Σύμμαχος· τιμιώσω ἄνδρα φησὶν ὑπὲρ τὸ χρυσίον καὶ ἄνθρωπον ὑπὲρ τὸν λίθον τὸν ἐκ Σουφείρ· σπάνιον γάρ φησιν ἔσεσθαι τὸν εὑρεθησόμενον ἐν αὐτοῖς, ἄξιον τῆς τοῦ ἀνδρὸς προσηγορίας. Ἀλλ’ οὐδὲ ὁ σῴζων τὸν κατὰ φύσιν λογικὸν ἄνθρωπον παρ’ αὐτοῖς εὑρεθήσεται· θηριώδεις γάρ τινες ἦσαν οὗτοι καὶ ἀπηγριωμένοι τοὺς τρόπους, ὡς καὶ τὸν οὐρανὸν κατ’ αὐτῶν κινεῖσθαι, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἢ καὶ αὐτὴν τὴν κτίσιν τοῦ θεοῦ ὥσπερ συναγανακτοῦσαν τῷ θεῷ ἐπὶ τῇ ἀπονοίᾳ καὶ ἀλαζονείᾳ καὶ ἀθεότητι τῶν δηλουμένων. διὸ γέγραπται· ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου. τὴν συντέλειαν δὲ οἶμαι σημαίνειν διὰ τοῦ λέγειν σεισθήσεσθαι τὴν γῆν ἐκ τῶν θεμελίων αὐτῆς. Εἰ δέ τινες ἐν αὐτοῖς πειραθεῖέν φησι φυγῇ τὴν σωτηρίαν πορίσασθαι, καὶ οὗτοι εὐάλωτοι γενήσονται, οὐ δορκάσι τελείαις ἀποπηδῶσι κοῦφόν τε καὶ ταχὺ ποιουμέναις τὸν δρόμον ἐοικότες, ἀλλὰ δορκαδίῳ· διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς δορκάδιον ὠνόμασται. καὶ προβάτῳ δὲ πλανωμένῳ καὶ μηδὲ ζητουμένῳ μηδὲ συναγομένῳ πρός τινος ἔσονται ὅμοιοι· εὔξονται μὲν γὰρ οἱ φεύγοντες δεξιοῦ τινος τυχεῖν καὶ καταφυγὴν εὕρασθαι παρά τινι τῶν γνωρίμων οὐ μὴν εὑρήσουσιν· οὐκ ἔσται γὰρ ὁ συνάγων αὐτούς. διὸ οἱ μὲν αὐτῶν ἡττηθήσονται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐκκεντηθήσονται. ἁλόντες οἱ δὲ ὁμοῦ συναχθέντες καὶ ὡσανεὶ σύστρεμμα ἑαυτοὺς ποιησάμενοι ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ θεοῦ. Οὐ μόνους δὲ τοὺς εἰρημένους ὑπερηφάνους ταῦτα διαθήσουσιν οἱ ἐπελευσόμενοι αὐτοῖς τιμωροὶ ἄγγελοι, ἀλλὰ καὶ τὰ τέκνα αὐτῶν ἐνράξουσιν ἐνώπιον αὐτῶν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν· ὁμοίως γὰρ τοῖς κολαζομένοις ἀνδράσι καὶ τὰς τούτων γυναῖκας ἀθέους καὶ ἀσεβεῖς καὶ αὐτὰς γενομένας ταῖς ἴσαις ὑποβαλοῦσι τιμωρίαις, ὥσπερ οὖν καὶ τὰ τέκνα αὐτῶν τὰ ἀσεβῆ τὰς οἰκείας καὶ τῇ τῶν τρόπων αὐτῶν μοχθηρίᾳ ἐξοικειωθείσας καὶ παρομοιωθείσας ψυχάς. ταῦτα μὲν οὖν ἀπειλεῖ πείσεσθαι τοὺς ἀσεβεῖς ἅπαντας καὶ τοὺς ἀνόμους καὶ τοὺς ὑπερηφάνους ἐν καιρῷ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. ἀφωρισμένως δὲ τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Βαβυλωνίοις, τῷ τε βασιλεῖ τῶν Χαλδαίων ἑξῆς προαναφωνεῖ ἐντεῦθεν ἰδιάζουσαν προφητείαν καὶ μερικὴν ποιούμενος, διὸ καὶ εἰς πρόσωπον αὐτῶν ἀποτείνεται τῶν Βαβυλωνίων τὸν λόγον. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ πεντεκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.