Ancient Greek · ~12 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.67.1
Not analysed yet
Τῷ φάσκοντι λόγῳ· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, μαρτυρεῖ ἡ τῆς ἱστορίας ἔκβασις ἀνάγραπτος οὖσα παρὰ τοῖς Ἑλλήνων τὰ Χαλδαϊκὰ καὶ τὰ Ἀσσύρια συγγραψαμένοις, τοῖς τε τὰ Μηδικὰ ἱστορήσασιν, ὧν καὶ ἡμεῖς πλείστας ἀναλελέγμεθα μαρτυρίας ἐν τοῖς πονηθεῖσιν ἡμῖν χρονικοῖς συγγράμμασι. φαίνονται τοίνυν Μῆδοι τὴν Ἀσσυρίων καθελόντες ἀρχήν· τούτους τε Κῦρος ὑποτάξας ὁ Περσῶν βασιλεύσας πρῶτος, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς καὶ δοὺς ἐξουσίαν τοῖς ἐθέλουσιν αὐτῶν εἰς τὴν οἰκείαν ἐπανιέναι χώραν καὶ ἀνεγείρειν τὸν νεὼν τοῦ θεοῦ. διὸ τούτων πρὸς λέξιν ἡ προφητεία μνημονεύουσα νῦν μὲν φάσκει· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, ἐν δὲ τοῖς ἑξῆς καὶ τοῦ Κύρου μνήμην ὀνομαστὶ ποιεῖται. Ἐπιφέρει δὲ περὶ τῆς Βαβυλῶνος λέγουσα· καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. ὃ καὶ αὐτὸ ἀναγκαῖον τηρῆσαι ὡς ἐπαληθεύει τοῖς ἔργοις· ἀοίκητος. γοῦν καὶ παντελῶς ἔρημος εἰσέτι νῦν ὁρᾶται ἡ Βαβυλών, μάρτυρες δὲ τούτων οἱ ἐκ τῶν τόπων ὡς ἡμᾶς ἀφικνούμενοι. ἀλλ’ οὐδὲ διελεύσονταί φησιν αὐτὴν Ἄραβες, οὕτω δηλουμένων, ὡς οἶμαι, τῶν παρ’ ἡμῖν καλουμένων Σαρακηνῶν, οἳ τὰς πραγματείας ποιούμενοι καὶ ἐπ’ αὐτῆς Βαβυλῶνος τὸ παλαιὸν ἐσκηνοποιοῦντο. φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις καὶ ὡς ἐξ ἔθνους μακροῦ περινοστοῦσιν αὐτήν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ διά τοι τὸ ἠρημῶσθαι παντελῶς. ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον Ἄραβας ὀνομάζει· γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων χώραν. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψ. ἔστι δὲ καὶ ἄλλη τις ἡ καλουμένη ἡ εὐδαίμων Ἀραβία τῇ Περσῶν παρακειμένη χώρᾳ, ὡς καὶ περὶ τῶν ἐξ αὐτῆς δύνασθαι δηλοῦν τὸ λόγιον. ἐπεὶ δὲ πολλὰ τῶν ἐρήμων τόπων ἐπινέμονται ποιμένες μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἐν αὐτοῖς ποριζόμενοι, οὐδεὶς τοῦτο ἔσεσθαι χρήσιμον τὴν Βαβυλῶνα προλέγει φάσκον· οὐδὲ ποιμένες ἀναπαύσονται ἐν αὐτῇ. Τῶν μὲν οὖν ἡμέρων καὶ λογικῶν ζῴων ἔρημον παντελῶς καταστᾶσαν τὴν Βαβυλῶνα οὐδὲν οἰκήσειν θεσπίζει. θηρία δὲ ἡμῖν τινα ἄδηλα καὶ ἄγνωστα, δαίμονάς τε καὶ πνεύματά τινα ἀπηνῆ καὶ ἀνήμερα ἐν αὐτῇ ἔσεσθαί φησι. διὸ ἀντὶ τοῦ· θηρία, σιεὶμ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ ἀντὶ τοῦ· σειρῆνες, στρουθοκαμήλους εἰρήκασι, καὶ ἀντὶ τοῦ· ὀνοκένταυροι, ἰὶμ ἀνέγραψαν αὐτῇ χρησάμενοι τῇ Ἑβραϊκῇ φωνῇ διὰ τὸ ἄδηλον τῆς ἑρμηνείας. ἀλλὰ καὶ ἀντὶ ἐχίνων ὁμοίως οἱ τρεῖς ἑρμηνευταὶ σειρῆνας ἡρμήνευσαν, τάχα που διὰ τὸ ἀπατηλὸν τῶν τοιούτων δαιμόνων, ἐπεὶ παρ’ Ἕλλησιν ἡδύφωνοί τινες αὗται καὶ ἀπατηλοὶ γεγενῆσθαι μνημονεύονται . ταῦτα δὴ πάντα ταχύ φησιν ἔρχεται καὶ οὐ χρονιεῖ· πᾶς γὰρ καὶ ὁ νομιζόμενος παρὰ ἀνθρώποις μακρότατος εἶναι χρόνος βραχύτατος παρὰ θεῷ κριτῇ λελόγισται· χίλια γοῦν ἔτη ἐνώπιον αὐτοῦ ὡς ἡ ἡμέρα ἡ ἐχθὲς εἴρηται, καὶ ὡς φυλακὴ ἐν νυκτί. ἀλλὰ καὶ οὐκ εἰς μακρὸν χρόνον τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα τέλους ἔτυχεν, τὰ προρρηθέντα παθούσης τῆς Βαβυλῶνος ἐπὶ τῆς Μήδων ἀρχῆς .