Ancient Greek · ~47 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.68.1
Not analysed yet
Ἀκολούθως μετὰ τὰ προλεχθέντα κατὰ τῆς Βαβυλῶνος τὴν ἐπὶ Κύρου γενομένην ἐπιστροφὴν τοῦ Ἰουδαίων λαοῦ τὴν ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν Ἰερουσαλὴμ σημαίνει διδάσκων, ὡς ἐπανελθόντες ἀναπαύσονται ἐπὶ τῆς ἑαυτῶν χώρας, καὶ ὡς ὁ γιώρας προστεθήσεται αὐτοῖς. ἀντὶ δὲ τοῦ· ὁ γιώρας προστεθήσεται αὐτοῖς, οἱ λοιποὶ ἑρμηνευταὶ ὁ προσήλυτος ἡρμήνευσαν· οὕτως γὰρ εὖ πράξειν αὐτούς φησιν ἐπὶ τῆς ἑαυτῶν γῆς ὡς καὶ ἀλλοφύλους ἀντιποιηθῆναι τῆς αὐτῶν θεοσεβείας, προσηλύτους τε αὐτῶν γενέσθαι καὶ προστεθῆναι τῷ οἴκῳ Ἰακὼβ οὐκ ὄντας μὲν ἐξ αὐτῶν, διὰ δὲ τὸ προσηλυτεῦσαι οἰκειουμένους αὐτοῖς ὡς μηδὲν διαφέρειν τῶν ἐγγενῶν καὶ ἀλλοφύλων. Ἐν δὲ τῷ ἐπανιέναι αὐτοὺς ἀπὸ τῆς Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν γῆν λήψεσθαι αὐτούς φησιν ἔθνη καὶ εἰσάξειν εἰς τὸν τόπον αὐτῶν. καὶ ταῦτα δὲ τέλους ἐτύγχανεν κατὰ τὴν ἱστορίαν, ἣν περιέχει ἡ τοῦ Ἔσδρα γραφὴ διδάσκουσα, ὡς βασιλεὺς Κῦρος διὰ προγράμματος τοῖς ἐθέλουσι τῶν Ἰουδαίων ἐξουσίαν ἔδωκεν ἐπανιέναι εἰς τὴν γῆν ἑαυτῶν καὶ τὸν ναὸν ἐγείρειν τὸν ἐν Ἱεροσολύμοις. οἷς ἐπιλέγει ἡ γραφή· καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν Ἰούδα καὶ Βενιαμὶν καὶ πάντες οἱ κυκλόθεν αὐτῶν ἴσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργύρου, ἐν χρυσίῳ καὶ ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις. τούτων μὲν οὖν ἡγεῖτο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ συνόντων αὐτοῖς προφητῶν Ἁγγαίου καὶ Ζαχαρίου. μετὰ δὲ Κῦρον Ξέρξης Περσῶν βασιλεὺς Ἔσδραν ἀποπέμπει τὸν γραμματέα τοῦ νόμου σὺν ἐπιστολαῖς, αἳ προσέταττον ἅπασι τοῖς ἄρχουσι τῶν ἐθνῶν τοῖς μεταξὺ τῆς Περσῶν καὶ τῆς Ἰουδαίας χώρας συμπράξαι τῷ Ἔσδρᾳ. δευτέρα γίνεται ἄνοδος αὕτη τῶν ἅμα τῷ Ἔσδρᾳ συνελθόντων, καὶ μετὰ ταῦτα πάλιν Νεεμίου ἀνιόντος γράμματα ἐπιτίθησιν ὁ τῶν Περσῶν βασιλεὺς πρὸς τοὺς ἐπάρχους τοὺς πέραν τοῦ ποταμοῦ καὶ αὐτὸς δὲ ὁ βασιλεὺς συναπέστειλεν αὐτῷ ἀρχηγοὺς δυνάμεως, ὁδηγοὺς ἅμα καὶ φύλακας. ταῦτα τοίνυν προλαβοῦσα σημαίνει ἡ προφητεία ἐν τῷ λέγειν· καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. τὸ δέ· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν ἐπληροῦτο, ὅτε Πέρσαι καὶ Μῆδοι πᾶσαν Ἀσσυρίων ἀρχὴν καὶ αὐτοὺς Βαβυλωνίους ὑποχειρίους λαβόντες τῇ ἑαυτῶν ὑπέταξαν δυνάμει. Ἤδη δὲ ἐντεῦθεν τὸ πνεῦμα τὸ προφητικὸν διδασκαλίαν παρέχει τοῖς τῇ γραφῇ τῇ προφητικῇ ἐν τοῖς μετὰ ταῦτα χρόνοις μέλλουσιν ἐντυγχάνειν, ὅπως χρὴ δοξάζειν καὶ εὐλογεῖν τὸν θεόν, ἐφ’ αἷς δεδώρηται αὐτοῖς εὐεργεσίαις, καὶ ὅπως χρὴ ἀποθρηνεῖν τὸν βασιλέα τῆς Βαβυλῶνος. διό φησι· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑξκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. ἐρεῖς τοίνυν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησὶ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής. ἀνθ’ οὗ ὁ Σύμμαχος πῶς κατεδέθη φορολογία διηρμήνευσε καὶ ἐπήγαγε· συνέτριψεν ὁ κύριος τὴν βακτηρίαν τῶν ἀσεβῶν, τὴν βακτηρίαν τῶν ἐξουσιαζόντων, καὶ πάλιν ἀντὶ τοῦ· ἀνεπαύσατο πεποιθὼς πᾶσα ἡ γῆ, ὁ Σύμμαχος ἀνεπαύσατό φησι καὶ ηὐστάθησε πᾶσα ἡ γῆ. καὶ ἐπιλέγει· ἱλαροὶ γένεσθε, ἀγαλλιᾶσθε· καίγε πᾶσαι πίτυες ἐπέχαιρόν σοι, κέδρος τοῦ Λιβάνου. πίτυς δὲ καὶ κέδρος Λιβάνου πάλιν ἀλληγορικῶς τυράννους τινὰς καὶ ἐπηρμένους σημαίνει, ὑπὸ τοῦ Βαβυλωνίου πολιορκηθέντας καὶ τῆς οἰκείας ἀποκοπέντας χώρας· οὓς εἰκὸς ἦν ἐπιχαρῆναι τῇ πτώσει τοῦ δηλουμένου. Καὶ ἐνεπλήσθησάν φησιν ἐπὶ τῇ σῇ ἀπωλείᾳ λέγοντες· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. οἱ μὲν οὖν ἐπὶ γῆς ὄντες ταῦτα φήσουσιν, οἱ δὲ τὸν ἀνθρώπινον μεταλλάξαντες βίον καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες ἐπιχαίροντες καὶ αὐτοὶ τῇ ἀπωλείᾳ τοῦ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ ᾅδης καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρὸς κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι. τούτου δὲ ὡσπερεὶ ἄρχοντος καὶ τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ πάντες γίγαντες, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ῥαφαεὶμ συνανέστησαν. τίνες δὲ ἦσαν οὗτοι, διερμηνεύει λέγων· οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες, οἳ καὶ γυμνὴν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος τῆς Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆς βίος καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ ἡ τοσαύτη δυναστεία, εἰ δὴ τὸ πάντων ἐκείνων πέρας γῆ καὶ σποδὸς διαδέξεται, σκώληκές τε καὶ σαρκῶν σῆψις. ἡμεῖς δὲ σὲ οὐ θνητὸν ἐνομίζομεν, ἀπατώμενοι δὲ τῇ περὶ σὲ δόξῃ τῷ κατ’ οὐρανὸν λαμπροτάτῳ φωστῆρι τῷ τὸν ἥλιον προσκαλουμένῳ ἑωσφόρῳ ἀπεικάζομεν. σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις καὶ γαυριῶν καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος ὡς σαυτὸν τῷ ὑψίστῳ θεῷ παραβάλλειν καὶ ὑπὲρ τὰς οὐρανίους ἁψῖδας τὸν σαυτοῦ θρόνον θήσειν φαντάζεσθαι. ταῦτα μὲν ἡμεῖς περὶ σοῦ θνητοῖς λογισμοῖς ἀπατώμενοι διενοούμεθα, τοιαῦτα δὲ καὶ σὺ φρενῶν ἐκστάσει ἐπὶ σαυτῷ ἐφρόνεις. ἦν δ’ ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος, καθ’ ὃν ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν. οἱ μὲν γὰρ ἐπ’ ἡσυχίας ἠρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἑστίας τὸ χρέων ἀπέδοσαν, σὺ δὲ τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθείς, νεκρὸς ἄταφος ῥιφήσῃ θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐκκείμενος. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑπτακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ σὺ ἐτρώθης ὡς ἡμεῖς, ἐν ἡμῖν δὲ παρεβλήθης. κατηνέχθη δὲ εἰς ᾅδην ἡ ὑπερηφανία σου, ἐθανατώθη τὸ στόμα σου, ὑποκάτω σου στρωθήσεται ἔξερψις καὶ τὸ περιβόλαιόν σου σκώληξ. πῶς ἔπεσες ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ ὀρθρινός; ἐξεκόπης εἰς γῆν ὁ τιτρώσκων ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ ἐπαρῶ τὸν θρόνον μου καὶ καθιῶ ἐν ὄρει συνταγῆς ἐν μηροῖς βορρᾶ, ἀναβήσομαι ἐπὶ ὑψηλῇ νεφέλῃ, ὁμοιωθήσομαι τῷ ὑψίστῳ. ἀλλ’ εἰς ᾅδην κατενεχθήσῃ, εἰς βάθη λάκκου. οἱ ὁρῶντές σε κατακύψουσι, περὶ σοῦ ἐννοήσουσιν Οὗτος ὁ ἀνὴρ ὁ ταράξας τὴν γῆν καὶ συσσείσας βασιλείας; ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας εἰς οἰκίαν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. σὺ δὲ ῥιφήσῃ ἀπὸ τοῦ τάφου σου ὡς ἔκτρωμα ἐβδελυγμένος, ἐνδεδυμένος ἀνῃρημένους βεβαρημένους μαχαίρᾳ καταβαίνοντας ἐπὶ θεμελίους λάκκου. τούτοις ἑξῆς κατὰ μὲν τοὺς Ἑβδομήκοντα λέλεκται· ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας καὶ τὰ τούτοις ἑξῆς. ἀνθ’ οὗ ὁ Σύμμαχος ὧδέ πως ἐξέδωκεν· ὡς σῶμα δυσῶδες οὐ κοινωνήσεις αὐτοῖς ἐν ταφῇ, ὅτι τὴν γῆν σου διέφθειρας, τὸν λαόν σου ἀπέκτεινας· οὐ κληθήσεται εἰς τὸν αἰῶνα σπέρμα κακοποιόν. ἡτοίμασε τοὺς υἱοὺς αὐτοῦ σφαγὴν διὰ τὴν ἀνομίαν τῶν πατέρων αὐτῶν, ἵνα μὴ ἀναστάντες κληρονομήσωσι γῆν καὶ πληρώσωσι τὸ πρόσωπον τῆς οἰκουμένης πόλεων. ταῦτα κατὰ τὸν Σύμμαχον εἰρημένα, τὰ Ἀκύλου δὲ καὶ τὰ Θεοδοτίωνος τούτοις συνᾴδοντα βαθύτερον ὑποβάλλει νοῦν· τὸν γὰρ βασιλέα τῆς Βαβυλῶνος αὐτὸν τὴν ἑαυτοῦ φησι γῆν διεφθαρκέναι. λέγει δ’ οὖν· ὅτι τὴν γῆν σου διέφθειρας καὶ τὸν λαὸν δὲ ἑαυτοῦ ἀπεκταγκέναι διδάσκει, ἀλλὰ καὶ ἡτοιμακέναι τοὺς υἱοὺς αὐτοῦ εἰς σφαγήν. καὶ ἀνωτέρω πάλιν κατὰ τὸν Σύμμαχον ἐλέγετο· ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας. πότε δὲ ὁ Βαβυλώνιος τὰς ἑαυτοῦ πόλεις καθεῖλε, ποίους δὲ δεσμίους αὑτοῦ οὐκ ἀπέλυσε, πῶς δὲ τὴν γῆν ἑαυτοῦ διέφθειρεν καὶ τὸν λαὸν αὑτοῦ ἀπέκτεινε, τούς τε υἱοὺς αὑτοῦ ἡτοίμασεν εἰς σφαγήν, ἔργον ἂν εἴη ἐπισκέψασθαι. ἐὰν μὲν γὰρ λέγηται κατὰ τοὺς Ἑβδομήκοντα· διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐδὲν ἂν ζητηθείη· δῆλον γὰρ ὡς ἐπελθὼν ὁ Βαβυλώνιος τὴν γῆν τοῦ Ἰσραὴλ ἐπολιόρκησε καὶ τὸν πάλαι χρηματίζοντα λαὸν τοῦ θεοῦ ἐχειρώσατο, ἐπεὶ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ’ αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν τὴν γῆν ἑαυτοῦ διεφθαρκέναι λέγεται καὶ τὸν λαὸν ἑαυτοῦ ἀπεκταγκέναι, σφαγήν τε τοῖς ἑαυτοῦ τέκνοις προξενῆσαι. ὅρα μήποτε τὴν ἐφεστῶσαν ἀφανῆ καὶ ἀόρατον δύναμιν τῷ Βαβυλωνίων ἔθνει διὰ τούτων αἰνίττεται, ἐπειδὴ καὶ ὁ προφήτης Δανιὴλ τοιούτους τινὰς ἀγγέλους τοῖς ἔθνεσιν ἐφεστώτας διδάσκει. Γαβριὴλ γοῦν ὁ χρηματίζων αὐτῷ ἄγγελος εἰσάγεται παρ’ αὐτῷ λέγων· καὶ ἰδοὺ ἐξ ἐναντίας μου ἤρχετο ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων, καὶ οὐδεὶς ἦν σὺν ἐμοὶ εἰ μὴ Μιχαὴλ ὁ ἄρχων ὑμῶν. εἰκὸς οὖν καθ’ ἕκαστον ἔθνος ἄρχοντάς τινας ἐπιστατεῖν, ὃ δὴ καὶ ἡ Μωσέως παρίστη γραφὴ λέγουσα· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλών, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθι κρατούντων, τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἠφάνιστο ἡ βασιλεία τοῦ ἔθνους καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτοῦ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ πάντες οἱ ῥαφαεὶμ καλούμενοι ἢ οἱ γίγαντες. οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις τινὲς ὡς εἰκὸς ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. μήποτ’ οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονὼς τὴν ἑαυτοῦ γῆν διέφθειρε, θεὸς παρ’ αὐτοῖς νομισθείς, οὕτω δὲ καὶ τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε καὶ τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ παρέδωκεν, αἴτιος ἀπωλείας τοῖς ὑπ’ αὐτὸν ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ’ αὐτοῖς θεὸς εἶναι γεγονώς; εἰ δ’ ἔχοι ταῦτα οὕτως, ὥρα καὶ πάντα τὸν τῆς προφητείας λόγον, τὸν περὶ τοῦ βασιλέως Βαβυλῶνος προενηνεγμένον, εἰς ἐκείνην ἀναφέρειν τὴν δύναμιν, ἥτις, ἐπειδὴ θεοῦ δόξαν παρὰ τοῖς ἀρχομένοις κτησαμένη μέγα ἐφρόνησεν, εἰκότως ἀπελέγχεται πρὸς τοὺς φάσκοντας λόγον· σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. καὶ τὰ λοιπὰ δὲ παρὰ σαυτῷ ἐφαρμόσεις τῷ ἀποδοθέντι λόγῳ μετὰ τοῦ καὶ τῷ προχείρως νοουμένῳ αἰσθητῷ βασιλεῖ τὰ διὰ τῆς προφητείας δηλούμενα προσαρμόττειν. Ἀλλὰ γὰρ ταῦτα καὶ τὰ τούτοις ἐπιλεγόμενα περὶ τοῦ ἄρχοντος Βαβυλῶνος καὶ περὶ τῆς πόλεως αὐτῆς, περί τε τοῦ Ἀσσυρίων ἔθνους θεσπίσας ὁ προφήτης ἑξῆς ἐπάγει· τάδε λέγει κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου, διδάσκων ὡς καὶ ἡ τῶν Βαβυλωνίων χώρα, τά τε ἐπ’ αὐτῆς ὄρη οὐκ ἦν ἀλλότρια αὐτοῦ· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. ἔσονται τοίνυν Ἀσσύριοί φησιν εἰς καταπάτημα ὑποχείριοι γενόμενοι τοῖς μετὰ ταῦτα αὐτῶν κρατήσασιν, ἀλλὰ καὶ ἀφαιρεθήσεται αὐτῶν ὁ ζυγός, ὃν ὅτε ἐκράτουν τοῖς ὑπ’ αὐτῶν ἀρχομένοις ἐπήρτων, ζυγὸν βαρὺν καὶ δυσβάστακτον ἐπαιωροῦντες αὐτοῖς, καὶ τὸ κῦδος δὲ αὐτῶν, ὅπερ ἐστὶν ἡ δόξα, ἀφαιρεθήσεται ἡ πάλαι τοῖς ὤμοις αὐτῶν ἐπικειμένη· ὡς γὰρ ἐπὶ τοῦ σωτῆρος λέλεκται· οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, οὕτως ἐνταῦθα τὸ κῦδος τῶν Ἀσσυρίων ἐπὶ τῶν ὤμων αὐτῶν εἴρηται, ὅπερ ἀφαιρεθήσεσθαι αὐτῶν ὁ λόγος ἀπειλεῖ. Καὶ δὴ μέχρι τούτων περιγράψασα τὸν περὶ Βαβυλῶνος λόγον ἡ προφητεία ἀνατρέχει πάλιν ἐπὶ τὰ πρῶτα τῆς προκειμένης ὑποθέσεως καί φησιν· αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην· ὁποία γὰρ ἐξενήνεκται κρίσις περὶ τῆς Βαβυλῶνος καὶ τῶν ταύτης οἰκητόρων, τοιαύτη τις ἔσται καὶ ἡ περὶ πάντων τῶν τῆς οἰκουμένης κρατησάντων ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον τὰ ὅμοια πείσονται οἱ τὰ ὅμοια δυσσεβήσαντες. διὸ ἐπιλέγει· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη, προσεπινοούντων ἡμῶν ἔθνη τὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· οὐ γὰρ ἀκρίτως ταῦτα κατὰ τῶν εὐσεβῶν καὶ τῶν τῷ θεῷ ἀνακειμένων ἐκδέχεσθαι προσήκει. ὥσπερ οὖν ἤρξατο, τοῦτον καὶ ἀπετέλεσε τὸν τρόπον τῆς κατὰ πάντων καθολικῆς τοῦ θεοῦ κρίσεως ἀναγκαίως μνημονεύσας εἰς τὸ ἐπιστρέψαι πάντας τοὺς ἐντυγχάνοντας τῇ γραφῇ, μὴ νομίζειν οὐδὲν πρὸς αὐτοὺς εἶναι τὰ περὶ Βαβυλῶνος εἰρημένα· οὐδὲν γὰρ ἂν ἦν πρὸς ἡμᾶς, εἰ ταῦτα περὶ ἐκείνων εἴρητο μόνων. νῦν δὲ ἀναγκαίως ὁ λόγος ἐπιστρέφων καὶ εἰς ἀγωνίαν καὶ φόβον ἡμᾶς ἄγων τῆς περιμενούσης ἅπαντας ἀνθρώπους καθολικῆς τοῦ θεοῦ κρίσεως καὶ κατ’ ἀρχὰς τῆς προφητείας καὶ πρὸς τοῖς τέλεσιν ἀναγκαίως ἐμνημόνευσε.