Ancient Greek · ~18 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.69.1
Not analysed yet
Τῆς κατὰ Βαβυλῶνος ὁράσεως περιγραφείσης ἀρχὴν ἑτέραν ὑποθέσεως ὁ λόγος ποιεῖται τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἀλλοφύλοις προσφωνῶν, οὓς ἡ Ἑβραϊκὴ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Φυλιστιαίους ὠνόμαζον, Ἕλληνες δὲ μεταβαλόντες τοὔνομα Παλαιστίνους ἐκάλουν. ζῶντος μὲν τοῦ Ἄχαζ ἐν αὐτῇ τε τῇ Ἰερουσαλὴμ καὶ ταῖς λοιπαῖς τῆς Ἰουδαίας πόλεσιν εἰδωλολατρούντων, ὡς ἡ ἱστορία δηλοῖ τοὺς ἐκ γειτόνων ἀλλοφύλους, τάχα δὲ καὶ τοὺς τούτων ὀνομαζομένους θεοὺς πονηροὺς ὄντας δαίμονας εὐφραίνεσθαι, εἰκὸς ἦν ἐπὶ τῇ πλάνῃ καὶ τῇ ἀπωλείᾳ τοῦ τε Ἄχαζ καὶ τοῦ ὑπ’ αὐτὸν λαοῦ καλουμένου Ἰούδα. ὁ γὰρ λεγόμενος λαὸς Ἰσραὴλ καὶ οἱ ἐν Σαμαρείᾳ βασιλεῖς ὑπ’ Ἀσσυρίοις ἦσαν αἰχμάλωτοι ληφθέντες ἤδη. ἱστορεῖ γοῦν ἡ βίβλος τῶν Βασιλειῶν ὡς ἐταπείνωσε κύριος τὴν Ἰουδαίαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου. καὶ περὶ τῶν ἀλλοφύλων δὲ γέγραπται· ὅτι καὶ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐταπείνωσεν ἐν Ἰούδα καὶ ᾐχμαλώτευσεν αἰχμαλωσίας καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς Παλαιστίνης καὶ ἀπώλεσαν τὸν Βεθσαμύς, καὶ ἐνταῦθα δὲ ἀντὶ τοῦ· καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις, οἱ Φυλιστιαῖοι ἤτοι Παλαιστῖνοι ἐπιφυέντες τῷ Ἄχαζ. οὐκέτι γὰρ ἐφίεται ὑμῖν εὐφραίνεσθαι ἀποθανόντος μὲν τοῦ ἀσεβοῦς βασιλέως, ἐφ’ ᾧ τὸ παλαιὸν ἐχάρητε, θεοσεβοῦς δὲ ἀνδρὸς τὴν ἀρχὴν διαδεξαμένου ὡς ἐν δευτέρᾳ τῶν Παραλειπομένων τῷ Ἑζεκίᾳ μεμαρτύρηται καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν. ὥσπερ οὖν ἐπὶ τοῦ ἀσεβοῦς Ἄχαζ εἰκὸς ἦν χαίρειν καὶ εὐφραίνεσθαι τοὺς ἀλλοφύλους, οὕτως ἐπὶ τοῦ δικαίου ἀνδρὸς τοῦ Ἑζεκίου εὐκαίρως ἡ προφητεία ἀποτεινομένη πρὸς αὐτούς φησι· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι· πάλαι μὲν γὰρ ἔτι ζῶντος τοῦ Ἄχαζ καὶ τὰ ἐχθρὰ τῷ θεῷ πράττοντος εἰκὸς ἦν ὑμᾶς εὐφραίνεσθαι, ἐπειδὴ συνετέτριπτο τοῦ Ἄχαζ ὁ ζυγός, ὡς μὴ δύνασθαι αὐτὸν ὑποτάττειν ὑμᾶς μηδὲ τὸν τῆς ἀρχῆς αὐτοῦ ζυγὸν ἐπιτιθέναι ὑμῖν, διόπερ ἐπληθύνετο τὰ κακά. ὥσπερ μηδενὸς παίοντος ἡ ἑρπυστικὴ καὶ ἰοβόλος τῶν πονηρῶν πνευμάτων δύναμις ἐπλήθυνε τότε, νυνὶ δὲ τὴν βασιλείαν διαδεξαμένου ἀνδρὸς θεοφιλοῦς μηκέτι χαίρετε ὡς τὸ πρίν· ἐφέστηκε γὰρ ὑμῖν ὁ παίων καὶ τύπτων καὶ σωφρονίζων ὑμᾶς. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἑζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς. ταύτην σχοίη ἂν τὴν διάνοιαν τὸ εἰρημένον· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς τῷ μηδένα εἶναι τὸν συντρίβοντα ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. εἰ γὰρ καὶ τὰ μάλιστα συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, ἀλλ’ οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ· μηδενὸς γὰρ ὑμᾶς παίοντος μηδὲ ταπεινοῦντος καὶ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. οἱ γὰρ πάλαι ὄφεων δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς καὶ ὡς δὴ θεοῖς ἐφεδρεύοντες πονηροὶ δαίμονες δεινὴν γονὴν καὶ σπέρμα πονηρὸν ἀπεκύησαν, ὡς ἀσπίδας ἐξ αὐτῶν γεννᾶσθαι τὸ πάντων ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι ὄφεις τὸν ἀέρα διιπταμένους. ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ’ ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ’ αὐτῷ τῷ χρηματίζοντι λαῷ θεοῦ πληθύει, ὡς πάντα τρόπον πεπληρῶσθαι τῶν τὸν ἀέρα διιπταμένων ὄφεων καὶ ἐκγόνων ἀσπίδων πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων. ἀναδειχθέντος δὲ κατὰ καιρὸν τοῦ πάντων τούτων ὀλετῆρος οἰχήσονται οἱ ὄφεις καὶ αἱ ἀσπίδες, τά τε τούτων πονηρὰ ἔκγονα ὡς μηκέτι ἐνεργεῖν ταῦτα ἐν ἀνθρώποις. Τοῦτο μὲν οὖν τὸ ἑρπυστικὸν καὶ ἰοβόλον γένος λιμῷ ἀνελεῖ ὁ προφητευόμενος μηκέτι ἐπιτρέπων τροφὴν τὴν συνήθη, δηλαδὴ τὴν διὰ θυσιῶν τῇ δαιμονικῇ πλάνῃ φέρεσθαι, τοὺς δὲ ἑαυτοῦ πτωχοὺς ἐκθρέψει καὶ ἐν εἰρήνῃ ἀναπαύσει μηκέτι παρενοχλουμένων ὑπὸ τῶν παραδοθέντων ἑρπετῶν. δύναται μέντοι ταῦτα καὶ ἑτέρως εἰς τὸν Ἑζεκίαν δύνασθαι πληροῦσθαι· τοὺς γὰρ πάλαι κατὰ θεὸν πτωχεύσαντας ἐν παντὶ τῷ Ἰουδαίων ἔθνει ἀνεκτήσατο τροφαῖς λογικαῖς καὶ διδασκαλίαις, οὓς καὶ κατέστησε ἐπὶ τὴν καλὴν νομὴν τοῦ τῆς θεοσεβείας νόμου βόσκεσθαι τοῖς θείοις μαθήμασι καὶ ταῖς ἱεραῖς διδασκαλίαις ἐντρέφεσθαι ποιήσας. ταῦτα πρὸς ἱστορίαν ἐκ μέρους δείκνυται κατὰ Ἑζεκίαν τέλους τετυχηκότα. σημαίνει δὲ τὸν τῶν Ἀσσυρίων βασιλέα, ὃς ἐπελθὼν ἀπὸ τῶν βορειοτέρων μερῶν κατὰ τοὺς Ἑζεκίου χρόνους τοὺς τὴν Παλαιστίνην οἰκοῦντας ἀλλοφύλους ἐχειρώσατο, ὡς πολιορκῆσαι μὲν τὰς πόλεις αὐτῶν, αἰχμάλωτα δὲ λαβεῖν τὰ ἐν αὐταῖς πλήθη, ἐμπρῆσαι δὲ τῶν πόλεων τὰς πύλας. μέγιστον γὰρ αὐτοῖς ἔσται δεῖγμα τοῦ θεὸν εἶναι τὸν τῆς αὐτοῦ πόλεως φύλακα, τὸ μηδὲν παθεῖν ὅμοιον ταῖς λοιπαῖς πόλεσιν. οὐ γὰρ διὰ παρατάξεως ἀνδρῶν ὁπλιτῶν οὐδὲ διὰ τοῦ προεστῶτος τοῦ ἔθνους βασιλέως, ἀλλὰ δι’ αὐτοῦ τοῦ θεοῦ τὰ τῆς σωτηρίας ἔσται τῷ λαῷ. ἃ δὴ ἐπληροῦτο κατὰ λέξιν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς Ἑζεκίου βασιλείας, ἐν ᾧ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς μὲν ἄλλας ἐχειρώσατο πόλεις, ἐπιστρατεύσας δὲ τῇ Ἰερουσαλὴμ ἄπρακτος ἐπανῄει.