Ancient Greek · ~25 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.70.1
Not analysed yet
Μεγάλα ἐφρόνουν ἐπὶ τοῖς ἑαυτῶν θεοῖς οἱ τὴν Μωὰβ οἰκοῦντες, ἐγέλων τε καὶ ἐχλεύαζον τὸν θεὸν Ἰσραήλ· τούτου χάριν ὁ προφητικὸς λόγος τὴν περὶ αὐτῶν ἐξέθετο προφητείαν. ὅθεν ἀρχόμενος τὴν ἐπικρατοῦσαν αὐτῶν ἄγνοιαν τοῦ θεοῦ νύκτα καὶ σκότος ὠνόμασεν, ἐν αὐτῇ τε τῇ νυκτὶ τὴν ἀπώλειαν αὐτοῖς ἔσεσθαι ἠπείλει φήσας· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. εἶθ’ ἑξῆς περὶ τοῦ τόπου, ἐν ᾧ ἵδρυτο αὐτῶν ἡ εἰδωλολατρία, ἐπιλέγει· ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν. καὶ ἐπὶ τέλει δὲ τῆς προφητείας πάλιν τῶν αὐτῶν μέμνηται βωμῶν λέγων· ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. ἐκ τούτων οἶμαι σαφῆ τὴν αἰτίαν ὑπάρχειν τῆς παρούσης ὑποθέσεως τὸν ὄλεθρον τῆς παρὰ τοῖς Μωαβίταις εἰδωλολατρίας περιεχούσης μετὰ τοῦ καὶ ἕτερα προειπεῖν μέλλοντα συμβήσεσθαι αὐτῇ τε τῇ πόλει καὶ ταῖς περὶ αὐτὴν χώραις τε καὶ κώμαις καὶ πόλεσιν. ἃ δὴ καὶ ἐπληροῦτο κατὰ τὴν ἱστορίαν ἐπὶ τῆς Ἀσσυρίων καὶ Βαβυλωνίων ἐπιθέσεως καὶ ἐπὶ τῶν ἐν τοῖς μετὰ ταῦτα χρόνοις τῆς τῶν Ἀράβων χώρας κεκρατηκότων, ἐν οἷς καὶ τοὺς Ἄραβας ἐπάξειν αὐτοῖς ὁ θεὸς ἀπειλεῖ, τάχα που σημαίνων τοὺς πλησιοχώρους Ἄραβας ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς, οἷς καὶ αὐτοῖς παραδώσειν τὴν Μωὰβ ὁ λόγος φησί. τὰ μὲν οὖν ταῖς λοιπαῖς πόλεσι ταῖς ἀμφὶ τὴν Μωαβῖτιν οὔσαις συμβεβηκότα οὐκ ἀναγκαῖον πολυπραγμονεῖν, οὐδὲ τὰς κώμας καὶ τὰς χώρας τὰς ἐν τῇ προφητείᾳ φερομένας περιεργάζεσθαι, λέγω δὲ τὴν Ναβαῦ ἢ τὴν Ἐσεβὼν ἢ τὴν Ἐλεάλην ἢ τὴν Ἰασσὰ ἢ τὴν Δηβὼν ἢ τὴν Λουὴθ ἢ τὴν ὁδὸν τὴν Ἀράβων, ἐν ᾗ τὸ ὕδωρ τὸ Νενηρεὶμ ἢ τὴν Ἀγαλλεὶμ ἢ τὸ φρέαρ τὸ ἐν Ἐλὴμ ἢ τὸ ὕδωρ τὸ Δηβὼν ἢ τὴν Ἀριὴλ καὶ τὴν Ἀδαμὰ ἢ τὸν καλούμενον τόπον Ἀρνῶν. τούτων γὰρ εἰσέτι καὶ νῦν γνωριζομένων τῶν τόπων καὶ τῶν κωμῶν ἀμφὶ τὴν χώραν τῆς νῦν καλουμένης Ἀρεοπόλεως περιττὸν τὰ περὶ αὐτῶν ἀπειλούμενα περιεργάζεσθαι ἅπαξ πρὸς λέξιν πεπληρωμένα κατὰ τοὺς χρόνους τῆς κατ’ αὐτῶν πολιορκίας. οἶμαι δὲ καὶ τὴν τροπικὴν ἐπὶ τούτων θεωρίαν βεβιασμένην ὑπάρχειν, ὡς δ’ ἐπὶ τῶν Βαβυλωνίων Μήδους ἐπαναστήσεσθαι τῇ Βαβυλῶνι προεφήτευεν ὁ λόγος. οὕτω καὶ νῦν τοῖς Μωαβίταις τοὺς Ἄραβας ἐπάξειν ὁ θεός φησι λέγων· ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ πάλιν· τὸ δὲ ὕδωρ τὸ Δηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δηβὼν Ἄραβας. καὶ τὴν Ἀριὴλ δὲ μεγίστην κώμην φασὶν εἰσέτι νῦν ὁρᾶσθαι ἐπὶ τῇ τῶν Ἀρεοπολιτῶν χώρᾳ, ὥσπερ καὶ τὴν Σιὼρ καὶ τὴν Ἐσεβὼρ καὶ τὰς λοιπάς, εἰ μήπου τις τῷ μακρῷ χρόνῳ παντελῶς ἀφανὴς γέγονε. τί οὖν δὴ ταῦτα πολυπραγμονεῖν τὸ τοσοῦτον ἀπὸ τῆς προφητείας ὠφελεῖσθαι δέον ὡς τῆς εἰδωλολατρίας αὐτῶν ἀπώλειαν καὶ ἐρημίαν προαναφωνούσης καὶ τοῦ θεοῦ τοῦ ἐπὶ πάντων τὴν γνῶσιν αὐτοῖς θεσπιζούσης ὡς καὶ ἐκκλησίας συστῆναι παρ’ αὐτοῖς ἀπελασθέντων τῶν πάλαι παρ’ αὐτοῖς νενομισμένων θεῶν οὔ τι ἂν γένοιτο παραδοξότερον. ταῦτα θεσπίζει διὰ τούτων ὁ λόγος· ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, καὶ πάλιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς· σημαίνει γὰρ διὰ τούτων τὸν ἐφεδρεύοντα τῷ ἔθνει δαίμονα πονηρὸν ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ἦν ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων καὶ ὁ τῶν Βαβυλωνίων ἄρχων. τοῦτον οὖν τὸν ἐγκαθήμενον ἐπὶ τῆς Μωαβιτῶν πόλεως δαίμονα, δι’ οὗ ἐνόμιζον βοηθείας τυγχάνειν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς ἀπολεῖσθαί φησιν, ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει κάτω νεύειν αὐτὰς ποιῶν εἰς γῆν, ὡς μηδὲ ἀνακύπτειν μηδὲ ἄνω βλέπειν δύνασθαι. διό φησιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Μετὰ δὲ τὴν ἀπώλειαν τούτου ἐπιλέγει ἑξῆς· καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. ὁρᾷς τὸ θαῦμα τοῦ λόγου ἐν τῷ συμπεράσματι τῆς προφητείας περιεχόμενον· κατὰ τὸ αὐτὸ γὰρ θεσπίσας ἀφανισμὸν τῆς παρὰ τοῖς δηλουμένοις εἰδωλολατρίας, ἀγαθῶν αὐτοῖς εὐαγγελίζεται ἐλπίδας, σκηνὴν Δαυὶδ φήσας καὶ θρόνον θεοῦ παρ’ αὐτοῖς συστήσεσθαι καὶ ταῦτ’ ἔσεσθαι οὐκέτι ἐξ ἀνθρωπίνης τινὸς σπουδῆς, ἀλλ’ ἐξ ἐλέους θεοῦ καὶ φιλανθρωπίας. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ θρόνος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑτοιμασθήσεται ἐν ἐλέει θρόνος, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἑτοιμασθήσεται μετ’ ἐλέους θρόνος. τίνι δ’ ἑτοιμασθήσεται ἢ πάντως που τῷ Χριστῷ τῷ ἐκ σπέρματος Δαυὶδ γεννηθησομένῳ; ἔσεσθαι τοίνυν παρὰ τοῖς Μωαβίταις θρόνον Χριστοῦ φησιν, ἐν ᾧ καθιεῖται μετὰ ἀληθείας ἐν σκηνῇ Δαυίδ. οὕτω δὲ καλεῖν εἴωθε τὸ προφητικὸν πνεῦμα τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, ἐπεὶ καὶ τὸν Χριστὸν αὐτὸν Δαυὶδ ὀνομάζειν ἔθος διὰ τὸ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γεγεννῆσθαι αὐτόν. διὸ σκηνὴν μὲν Δαυὶδ τὴν ἐκκλησίαν ἀποκαλεῖ, θρόνον δὲ τὸν ἐπὶ ταύτης τὸν τῆς ἐκκλησίας πρόεδρον, ὃς τὸ σωματικὸν ἐπέχει θρόνον τοποτηρῶν ὥσπερ τῷ Χριστῷ. ὅτι δὲ ταῦτα περὶ τῆς ἐκκλησίας τῆς ἐξ ἐθνῶν εἴρηται, παραστήσει ἡ τῶν Πράξεων τῶν Ἀποστόλων γραφή. ἔνθα Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπισκοπεύσας ἀναγέγραπται εἰρηκώς· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· μετὰ ταῦτα ἀναστρέψω καὶ οἰκοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστρεμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει κύριος, ὁ ποιῶν ταῦτα γνωστὰ ἀπ’ αἰῶνος, σαφῶς δὴ διὰ τούτων τῆς τῶν ἐθνῶν κλήσεως μνημονεύσας τὴν περὶ τῆς σκηνῆς Δαυὶδ παρέθηκε προφητείαν. ταῦτ’ οὖν ἔσεσθαί φησιν οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας· σκηνῆς γὰρ Δαυὶδ παρὰ τοῖς δεισιδαιμονεστάτοις Μωαβίταις συστησομένης καὶ θρόνου ἱδρυθέντος ἐν αὐτῇ ὁ ταύτης προεστὼς καθιεῖται κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην, κατὰ δὲ τὸν Σύμμαχον· καὶ καθίσει ἐπ’ αὐτοῦ ἐπ’ ἀληθείας ἐν τῇ σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίσεις καὶ ταχὺς εἰς δικαιοσύνην. τίς δ’ οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὀφθαλμοῖς παραλαμβάνων ἐκκλησίας θεοῦ συνεστώσας καὶ τὸν ἐν ταύταις Χριστοῦ θρόνον κατ’ αὐτὴν τὴν Ἀρεόπολιν καὶ τὰς ἀμφὶ ταύτην χώρας, κατά τε τὰς λοιπὰς τῆς Ἀραβίας πόλεις, τῶν πάλαι παρ’ αὐτοῖς τὰ πάνδεινα ἐνεργούντων δαιμόνων μηκέτι μὴ δὲ μέχρις ὀνόματος μνημονευομένων.