Ancient Greek · ~27 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.71.1
Not analysed yet
Λευκοτέραν τούτων ἑρμηνείαν ὁ Σύμμαχος ἐποιήσατο τοῦτον ἐκδοὺς τὸν τρόπον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, οὐχ οὕτως οἱ βραχίονες αὐτοῦ. διὰ τοῦτο ὀλολύξει Μωάβ, καὶ περὶ τῆς Μωὰβ πᾶς τις ὀλολύξει· τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ εὑρέθησαν πληγαί. ὅτι κλήματα Ἐσεβὼν ἠρημώθη, ἄμπελος Σαβαμά· κύριοι ἐθνῶν ἐξέκοψαν τὰς παραφυάδας αὐτῆς· ἕως Ἰαζὴρ ἥψατο, ἐπλανήθησαν εἰς τὴν ἔρημον· οἱ ἀπόστολοι αὐτῆς ἀφῆκαν διαβαίνειν τὴν θάλασσαν. διὰ τοῦτο κλαύσομαι κλαυθμῷ τὴν Ἰαζὴρ ἄμπελον Σαβαμά· μεθύσω σε δάκρυσί μου Ἐσεβὼν καὶ Ἐλεάλη, ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσε. καὶ περιῃρέθη εὐφροσύνη καὶ χαρὰ ἐκ τοῦ Καρμήλου σου, καὶ ἐν τοῖς ἀμπελῶσιν οὐκ ἀγαλλιάσονται οὐδὲ πίωσιν οἶνον, εἰς τὰ ὑπολήνια οὐ πατήσει ὁ πατῶν, κίνημα πατούντων ἔπαυσα. διὰ τοῦτο ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει, καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ. καὶ ἔσται ὅταν ὀφθῇ, ὅτι ἐκοπώθη Μωὰβ εἰς τὰ ὑψηλὰ καὶ εἰσελεύσεται εἰς τὸ ἁγίασμα αὐτοῦ προσεύξασθαι, καὶ οὐ δυνήσεται. οὗτος ὁ λόγος. ὃν ἐλάλησε κύριος περὶ Μωάβ. καὶ νῦν ἐλάλησεν Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ περισσευθήσεται ὀλίγος βραχὺς καὶ οὐ πολύς. Ὅτι μεγάλη τις ἦν ἡ τῶν Μωαβιτῶν δύναμις ἐν τοῖς χρόνοις, καθ’ οὓς ταῦτα προεφητεύετο, δεδήλωται ἡμῖν ἤδη πρότερον ἐκ τῆς παραθέσεως τῶν τοῦ προφήτου Ἰερεμίου φωνῶν καὶ ὡς ἀντεπολιτεύετο τῇ Ἰερουσαλὴμ καὶ ὡς ἐξηυτέλιζον οἱ Μωαβῖται τὸν Ἰσραὴλ γελῶντες αὐτὸν ὡς οὐδενὸς ἄξιον λόγου καὶ ὡς μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν εἰδώλῳ. καὶ ἡ παροῦσα δὲ προφητεία τοῦτο παρίστησι διὰ τοῦ λέγειν· Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα, καὶ κατὰ τὸν Σύμμαχον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα αὐτοῦ καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, ἀλλ’ οὐχ οὕτως φησὶ καὶ οἱ βραχίονες αὐτοῦ· οὐ γὰρ ὅμοιαι αἱ πράξεις τοῖς τῆς ὑπερηφανίας λόγοις, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν θεῷ καὶ ταῖς τούτου μαντείαις, οὐχ οὕτως φησὶν ἔσται, ὁποῖα μαντεύεται ὁ παρ’ αὐτοῖς δαίμων, οὐδ’ ὅμοια διὰ χρησμῶν τοῖς ἐξαπατωμένοις καὶ θεὸν εἶναι αὐτὸν νομίζουσιν ἐπαγγέλλεται· ὁ γοῦν ἐπιὼν χρόνος τούτων αὐτῶν τὸ ψεῦδος ἐλέγξει. διὸ πρὸς τῷ τέλει τῆς προφητείας ἐπιλέγει· καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Τὰ δὲ διὰ μέσου λελεγμένα μεταβολὴν ἔσεσθαι τῆς πάλαι τρυφῆς τῶν Μωαβιτῶν σημαίνει, διὸ θεσπίζει πενθήσειν καὶ ὀλολύξειν τοὺς εὐφραινομένους ἐπ’ αὐτῇ λέγων· ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι, καὶ πάλιν· καὶ τὰ πεδία Ἐσεβὼν πενθήσει. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἐννεακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. οἷς ἑξῆς ἐπιφέρεται· ἄμπελος Σαβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζὴρ καὶ τὰ ἑξῆς. δι’ ὧν καὶ αὐτῶν τὴν εἰς χέρσον καὶ παντελῆ ἐρημίαν τῆς χώρας αὐτῶν μεταβολὴν ᾐνίττετο, ἐφ’ οἷς καὶ ἀποκλαύσασθαι αὐτοὺς προὔλεγεν. Εἶθ’ ὥσπερ ὑπεραλγῶν ὁ προφήτης καὶ ἀνιώμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ψυχῶν τῶν παρ’ αὐτοῖς πεπλανημένων ἀποθρηνεῖ, πρώτοις μὲν αὐτοῖς ὀλολύζειν παρακελευσάμενος καὶ ἐπὶ μετάνοιαν αὐτοὺς προκαλεσάμενος διὰ τὸ ἑαυτοὺς ἀποκλάεσθαι. ἐπεὶ δὲ μὴ τοῦτο ἔπραττον ἐκεῖνοι, αὐτὸς τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει κλαυθμὸν φάσκων· διὰ τοῦτο κλαυθμῷ κλαύσομαι καὶ μεθύσω δὲ σὲ δάκρυσί μου. τὸ δὲ αἴτιον τοῦ κλαυθμοῦ διδάσκει λέγων· ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσεν». σημαίνει δὲ διὰ τῆς ὀπώρας καὶ τοῦ θερισμοῦ καὶ διὰ τῆς πολλάκις ὀνομασθείσης ἀμπέλου τὸ εὐθαλὲς καὶ ἀκμαῖον καὶ τὸ τρυφερὸν καὶ ὡραῖον τῆς τῶν δηλουμένων ζωῆς, ἐν ᾗ ὥσπερ μεθύοντες διῆγον ἐνευφραινόμενοι καὶ ἐντρυφῶντες ἐπὶ ταῖς ἀθέοις αὐτῶν δυσσεβείαις. Διὸ ἀπεκλαίετο αὐτῶν τὴν ἀπώλειαν φάσκων· διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἀνεκαίνισας. καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. τὰ γὰρ ἐμὰ δάκρυά φησι καὶ ὁ ἐμὸς κλαυθμὸς δι’ οὐδὲν ἕτερον γίνεται ἢ εἰς τὸ ἐντραπῆναί σε. εἶτα θεσπίζει αὐτοῖς τὸν ἀφανισμὸν τῶν νενομισμένων αὐτοῖς θεῶν λέγων· ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· εἰς τὸ ἁγίασμα αὐτοῦ, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τοῦτο τέλος τοῦ λόγου τοῦ θεοῦ, ὃν ἐλάλησεν ἐπὶ Μωάβ, οἷς συνάψεις τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ἐρημίας τῶν βωμῶν καὶ τῆς τῶν θεῶν αὐτῶν ἀπωλείας ἐνστάσης διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων κρίμα καὶ σπεύδων δικαιοσύνην. ἅπερ ὡς ἐν μυστηρίοις κατὰ μέσου τῆς προφητείας παρεμβέβληται, τοῦ ἁγίου πνεύματος μόνοις τοῖς μέλλουσι συνιέναι καὶ τῆς τούτων ἀξιοῦσθαι θεωρίας τὴν τούτων γνῶσιν ταμιευσαμένου. ἀντὶ δὲ τοῦ· ἐλάλησε κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν, οἱ λοιποὶ ἑρμηνευταὶ ὃ ἐλάλησε κύριος περὶ Μωάβ, ἐκ τότε καὶ νῦν ἐλάλησεν ἡρμήνευσαν σφόδρα ἀναγκαίως ἐπιτηρησαμένης τῆς γραφῆς, ὅτι ἐκ τότε μὲν ἐλάλησε καὶ νῦν δὲ ὁμοίως κύριος τὰ αὐτὰ λαλεῖ διὰ τῆς προφητικῆς ἀναγνώσεως, καὶ ὅτι μὲν πάλαι λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. ἀντὶ δὲ τοῦ παρὰ τοῖς Ἑβδομήκοντα φάσκοντος λόγου· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ, κατὰ τὴν Ἑβραϊκὴν φωνὴν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διαστολὴ μεταξὺ βληθεῖσα σαφεστέραν κατέστησε τὴν διάνοιαν· κατὰ μὲν γὰρ τὸν Ἀκύλαν εἴρηται· ἐν τρισὶν ἔτεσι μισθωτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀπὸ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐνιαυτοῖς μισθωτοῦ. εἶτα ἀπὸ ἑτέρας ἀρχῆς εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς καὶ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ· ὁ γὰρ καὶ σύνδεσμος μέσος παραβληθεὶς ἑτέραν διάνοιαν παρέστησε τὴν ἀπὸ τοῦ· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ. τὰ δὲ ἔμπροσθεν ἐδήλου ὡς ἐν τρισὶν ἔτεσι τὰ προλεχθέντα πάντα περὶ τῆς Μωὰβ κύριος ἐλάλησε διὰ τοῦ προφήτου ὥσπερ μισθωσάμενος αὐτὸν καὶ ἀπασχολήσας ἐπὶ τὴν ὑπηρεσίαν τῆς περὶ τούτων προφητείας, οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτως καὶ ὁ προφήτης κατὰ συνάφειαν τὸν πάντα λόγον τῆς προφητείας ἀποτάδην ἐξηνέγκατο· διῃρημένως δὲ καὶ κατὰ μέρος ἐν διαφόροις χρόνων διαστήμασιν ὡς τὰ πάντα πληρωθῆναι τρία ἔτη, ἐν οἷς λέλεκται αὐτῷ τὰ εἰρημένα. ἐλάλησε τοίνυν ταῦτα ὁ κύριος ἐν τρισὶν ἔτεσι διὰ τοῦ προφήτου, τέλος δὲ τῶν λόγων τοῦ θεοῦ ἦν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. ὃ δὴ καὶ αὐτὸ πρὸς λέξιν πεπλήρωται, ὥς ἐστιν ὄψει παραλαβεῖν ῥᾴδιον τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις.