Ancient Greek · ~52 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.72.1
Not analysed yet
Ὥσπερ τῇ Βαβυλῶνι τὰ ἁρμόζοντα ἐλέγετο καὶ τοῖς ἀλλοφύλοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσι τὰ κατάλληλα καὶ τῇ Μωὰβ ὡσαύτως ἕτερά τινα ἰδιάζοντα, τὸν αὐτὸν τρόπον καὶ τὸ κατὰ Δαμασκοῦ προφητικὸν ῥῆμα ἴδιόν τι τέλος ἐπελεύσεσθαι αὐτῇ ἀπειλεῖ· ἀρθήσεσθαι γὰρ αὐτήν φησιν ἀπὸ πόλεων, κατὰ δὲ τὸν Θεοδοτίωνα μεταστήσεσθαί φησιν ἐκ πόλεως. πέπονθε δὲ τοῦτο κατὰ τοὺς Ἀσσυρίων χρόνους, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ μετὰ χεῖρας γραφὴ τὸν τῶν Ἀσσυρίων βασιλέα παριστῶσα λέγοντα· καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. τούτῳ δὲ τῷ λόγῳ καὶ ἡ ἱστορία μαρτυρεῖ· γέγραπται γοῦν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν εἰς Κυρήνην, ἢ κατὰ τὸν Σύμμαχον· εἰς Κίρραν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν. ἀλλὰ ταῦτα πρὸ τῆς μετὰ χεῖρας προφητείας τετυχήκει τέλους, ὁ δὲ παρὼν λόγος μέλλοντα ἔσεσθαι, πρὸς λέξιν εἰκὸς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου, ὁπηνίκα ὁ τῆς Βαβυλῶνος βασιλεὺς ἐπιὼν τῇ Ἰερουσαλὴμ καὶ τὴν Δαμασκὸν αὖθις εἷλεν ἄρδην ἐκ βάθρων αὐτὴν ἀφείσας. ὃ δὴ παρίστησιν ὁ Ἰερεμίας ὧδέ πη λέγων· ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, καὶ ἐξερρίφη, τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τίκτουσαν. πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησεν, ἢ κατὰ τὸν Σύμμαχον· πόλιν ἐπαινετήν, μητρόπολιν εὐφροσύνης. διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ κύριος τῶν δυνάμεων. καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ. καὶ ἡ μετὰ χεῖρας τοίνυν προφητεία τὰ ὅμοια τοῖς προλεχθεῖσι θεσπίζει λέγουσα· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη. τὰ δὲ ἑξῆς κατὰ μόνην τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν εἴρηται, λέγω δὲ τό· εἰς τὸν αἰῶνα· οὔτε γὰρ ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. διὸ οὐκ ἀνάγκη τὴν πτῶσιν τοῦ Δαμασκοῦ αἰωνίαν λέγεσθαι νομίζειν, ἐπειδὴ χρονική τις γέγονεν αὐτῆς ἡ πτῶσις κατὰ τὴν Ἀσσυρίων πολιορκίαν, καθ’ ἣν καὶ Ἰερουσαλὴμ ἥλω. ἀλλ’ ὥσπερ αὖθις ἐπανελθόντες Ἰουδαῖοι ἤγειραν τὴν Ἰερουσαλὴμ καὶ τὴν χώραν ἐπλήρωσαν οἰκητόρων, τὸν αὐτὸν τρόπον καὶ ἡ Δαμασκὸς παθοῦσα τότε τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα, αὖθις ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀνῳκοδομήθη, ὡς καὶ βασίλειον ἐν αὐτῇ συστῆναι πάλιν. ὃ καὶ διέμεινε μέχρι τῶν ἀποστολικῶν χρόνων· αὐτίκα γοῦν ὁ Παῦλος μέμνηται βασιλέως Δαμασκοῦ γράφων οὕτως· ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως Δαμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην ἐκ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. οὐκοῦν τὰ πρῶτα τῶν προφητειῶν ἐπὶ τοὺς χρόνους ἀνοίσομεν τῶν Ἀσσυρίων, καθ’ οὓς καὶ πρῶτον καὶ δεύτερον πεπολιόρκητο ἡ Δαμασκός, εἰκὸς δὲ αὐτὴν καὶ ἐν τοῖς Περσικοῖς χρόνοις καὶ ἐν τοῖς Μακεδονικοῖς τὰ ὅμοια πεπονθέναι ὑπὸ τῶν κατὰ χρόνους ἐπανισταμένων καὶ πολιορκούντων αὐτήν, καθ’ οὓς ἐπληροῦτο τὸ φῆσαν λόγιον· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. τὰ δ’ ἑξῆς ἐπιφερόμενα ἐν τῷ· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ, ἐπὶ τοὺς χρόνους ἀνάγοιτο ἂν τοὺς Ῥωμαϊκούς, ἐν οἷς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν πάσης τοπαρχίας καθαιρεθείσης καὶ ἡ τῆς Δαμασκοῦ λέλυτο βασιλεία, ὅτι τὰ πρῶτα τῆς προφητείας οὐ παντελῆ ἀφανισμὸν ἐδήλου τῆς Δαμασκοῦ, ἀλλὰ μερικήν τινα πτῶσιν αὐτῆς, δῆλον ἀπὸ τοῦ λέγεσθαι μετὰ ταῦτα καὶ οὐκ ἔσται ὀχυρὰ καὶ πάλιν οὐκέτι βασιλεία ἐν Δαμασκῷ· ὡς γὰρ μελλούσης μὲν αὐτῆς ἔσεσθαι, οὐ μὴν καὶ ὀχυρᾶς κατὰ τὸ παλαιὸν γενησομένης οὐδὲ βασιλευούσης ταῦτ’ εἴρηται. ἔστι δὲ καὶ ἄλλως ἐπιβαλεῖν τοῖς τόποις, ὡς τῆς προφητείας ταπείνωσιν τοῖς οἰκήτορσι Δαμασκοῦ καὶ βίον ἰδιωτικὸν προαναφωνούσης. οὕτω γοῦν εἰώθαμεν ἐκπεπτωκέναι λέγειν τὸν πλούσιον ἐπειδὰν εἰς ἐσχάτην ἐλάσῃ πενίαν καὶ τὸν ἔντιμον, ἐπειδὰν οὗ μετεῖχεν ἀξιώματος στερηθῇ. τοιοῦτόν ἐστι καὶ τό· οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι. ἐὰν τοίνυν λέγῃ· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, τὴν καθαίρεσιν αἰνίττεται τῆς βασιλικῆς δυνάμεως, ἧς μετεῖχε πρότερον ἡ πόλις ἐκλάμψασα· μόνη γὰρ ἦν τότε τῆς Συρίας ἁπάσης κρατοῦσα, μήπω τῶν καθ’ ἡμᾶς ἐπιφανῶν ἐν τῇ Συρίᾳ πόλεων ἐγηγερμένων. ἥ τε γὰρ Ἀντιόχεια καὶ Ἀπάμεια καὶ Λαοδίκεια καὶ ὅσαι ἄλλαι γεγόνασιν ἐπιφανεῖς μετὰ ταῦτα πόλεις, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν συνέστησαν, πρὸ δὲ τούτων τῆς Συρίας ἁπάσης ἡ Δαμασκὸς ἐκράτει, βασιλική τις οὖσα τῶν Σύρων πόλις. ἐπεὶ τοίνυν ἔμελλεν ἀποπίπτειν τοῦ βασιλικοῦ ἀξιώματος καὶ καταλείπεσθαι μετρία καὶ ταπεινὴ καὶ βραχυτάτη, ὡς λοιπὸν ἰδιώτας ἄνδρας καὶ δήμους ψιλοὺς δίκην ἀγέλης ποιμνίων τὴν πόλιν καὶ τὴν χώραν οἰκεῖν μηκέτι μηδενὸς παρενοχλοῦντος αὐτοῖς πολεμίου. τούτου χάριν εἴρηται τό· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, δηλονότι ἀπὸ πόλεων βασιλικῶν, τοῦτο νοεῖν ἡμῖν ὑποβάλλοντος τοῦ λόγου· καὶ ἔσται δέ φησιν εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, καὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων οὐκέτι. ἃ δὴ καὶ τέλους τετύχηκεν ἐπὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς, καθ’ ἣν συνειστήκει μὲν ἡ Δαμασκὸς ἐκ μέρους· τὴν γὰρ παλαιὰν καὶ βασιλικὴν παντελῶς φησιν ἠφανίσθαι. οὕτω δὲ συνέστηκεν ἡ νῦν ὁρωμένη ὡς ἡ προφητεία ἐθέσπισεν, οὐκέτι μὲν βασιλικὸν ἀξίωμα ἐπαγομένη οὐδ’ ἄρχουσα τοῦ Σύρων ἔθνους, ἀποπεπτωκυῖα δὲ ἧς πρότερον μετεῖχε δυνάμεως καὶ μονονουχὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων καταλελειμμένη, οὕτω δὲ τὰ ἀγελαῖα πλήθη καὶ τοὺς εὐτελεῖς δήμους καλεῖν εἴωθεν ὁ λόγος. ὅτι δὲ οὐδὲ πολιορκεῖ τις τὴν τῶν Δαμασκηνῶν πόλιν ὑπὸ τὴν διοίκησιν τὴν Ῥωμαϊκὴν τυγχάνουσαν παντί τῳ δῆλον καὶ ὡς ἐν τοιαύτῃ τυγχάνουσα καταστάσει οὐδὲν ἐπικουρεῖν δύναται τῷ Ἰουδαίων ἔθνει κατὰ τὸ πρότερον. διὸ λέλεκται· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων. μὴ γὰρ νόμιζέ φησι τὴν Δαμασκὸν στερήσεσθαι τῆς βασιλικῆς ἀξίας, ἑτέραν δὲ πόλιν τῶν Σύρων μεθέξειν αὐτῆς· οὐκέτι γὰρ ἔσται φησὶν ἐν Δαμασκῷ βασίλειον οὐδὲ ἐν τῷ ἐπιλοίπῳ ἔθνει τῶν Σύρων. καὶ τὸ τούτου αἴτιον ἑξῆς διδάσκει φήσας εἰς πρόσωπον τῆς πόλεως· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν· εἰ γὰρ ὁ πάλαι τοῦ θεοῦ χρηματίζων λαὸς ἐν τοῖς δηλουμένοις χρόνοις ἐκπεσεῖται τοῦ οἰκείου ἀξιώματος καὶ τῆς πάλαι παρ’ αὐτοῖς πολιτευομένης αὐτονομίας καὶ βασιλείας, οὐ χρή σε τὴν Δαμασκὸν τὰ ὅμοια πάσχουσαν ἀγανακτεῖν. οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν τῆς ἀφῃρημένης. Ὅπως δὲ αὐτῶν ἀφῄρητο ἡ δόξα, διέξεισι λέγων· Τάδε λέγει κύριος σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. ἃ καὶ αὐτὰ ἐπληροῦτο μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν· κατὰ μίαν γὰρ ὡς ἂν εἴποι τις ἡμέραν, λέγω δὲ ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ἡ τοῦ ἐκ περιτομῆς λαοῦ λέλυτο ἀξία καὶ ἡ τῆς Δαμασκοῦ βασιλεία. διὸ εἴρηται· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ. καὶ θέα ὅπως οὐκ ἀναίρεσιν παντελῆ τοῦ ἔθνους σημαίνει, ἀλλὰ τῆς δόξης αὐτῶν, ἧς μετεῖχον πρότερον. καθαίρεσιν· πρόπαλαι μὲν γὰρ ἦν τοῦ προτέρου λαοῦ δόξα, ἡ ἱερωσύνη καὶ ἡ βασιλεία, τό τε ἁγίασμα καὶ ἡ κατὰ νόμους λατρεία, ἥ τε προφητικὴ χάρις καὶ ἡ τοῦ ἔθνους ἐλευθερία καὶ ὅσα ἄλλα παρὰ τῷ Ἰουδαίων ἦν ἔθνει, ἅπερ ἀθρόως σεισθήσεσθαι καὶ ἐκπεσεῖσθαι καὶ παντελῶς ἐκλείψειν προαγορεύει ὁ λόγος. Ἐπειδὰν δὲ ταῦτά φησι γένηται, ἔσται ὃν τρόπον ἄν τις συναγάγῃ ἀμητὸν ἑστηκότα. ὡς γὰρ ἐν ἀμητῷ συνάγονται μὲν οἱ στάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλή, οὕτω φησὶν ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαόν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ’ αὐτοῖς σταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης. εἰ δὲ καὶ πού τις εὑρεθείη ἐν αὐτοῖς ἄξιος λόγου, παραβληθήσεται οὗτος στάχυϊ, οὐχὶ ἐν τῷ πεδίῳ φυέντι, ἀλλ’ ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. δηλοῦσθαι δ’ οἶμαι διὰ τοῦ στάχυος τὸν χορὸν τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν καὶ εὐαγγελιστῶν, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. ἐπεὶ δὲ ἐχρῆν καὶ τῶν ἐν τούτοις ἐκκρίτων μνήμην ἰδίως ποιήσασθαι, κέχρηται καὶ ἐπὶ τούτων ἑτέρῳ παραδείγματι φήσας· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ· τοσαύτην γάρ φησιν ἔσεσθαι σπάνιν τῶν ἐκ τοῦ Ἰσραὴλ σωθησομένων κατὰ τοὺς χρόνους οὓς ἡ προφητεία σημαίνει, ὡς ἑνὶ στάχυϊ παραβάλλεσθαι τοὺς πάντας, τοὺς δ’ ἐν αὐτοῖς ἐξαιρέτους τοσούτους ἔσεσθαί τινας ὡσπερεὶ ῥῶγας ἐλαίας δύο που ἢ τρεῖς τοὺς ἐπ’ ἄκρου μετεώρου, αἰνιττομένου τοῦ λόγου τοὺς ἀκροτάτους τῶν ἀποστόλων, οὓς ποτὲ μὲν κατὰ συζυγίαν ὁ σωτὴρ προσεκαλεῖτο ποτὲ δὲ τρεῖς, οὓς ἡ γραφὴ τοῦ Εὐαγγελίου ἐκλεκτῶν ἐκλεκτοτέρους εἰσήγαγεν· λέγω δὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐπὶ τὸ ὄρος ἀνήγαγε μόνους αὐτοῦ τὴν μεταμόρφωσιν ἱστορήσαντας καὶ ἐπὶ τῆς ἀναβιωσκούσης θυγατρὸς τοῦ ἀρχισυναγώγου παρελάμβανεν. οἱ δὲ λοιποὶ παρὰ τοὺς τρεῖς τούτους οἱ τέσσαρές εἰσι καὶ πέντε. τὸν ἐννέα συμπληροῦντες ἀριθμὸν οἱ ἐπ’ ἄκρου μετεώρου τῆς ἐλαίας καὶ αὐτοὶ εἰρημένοι. εἰ δὲ ὁμοῦ τις συναγάγῃ τοὺς δύο καὶ τοὺς τρεῖς καὶ τοὺς τέσσαρας καὶ τοὺς πέντε, δέκα καὶ τέσσαρας ποιήσει τοὺς πάντας, ὧν δώδεκα μὲν τοὺς πρώτους ἀποστόλους εἴποιεν ἂν εἶναι οὐκ ἐλάττω δὲ αὐτῶν τὴν ἀρετὴν Παῦλον καὶ αὐτὸν ὄντα κλητὸν ἀπόστολον καὶ τὸν Ἰάκωβον γεγονέναι τὸν ἀδελφὸν τοῦ κυρίου, ὃς πρῶτος ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ὑπ’ αὐτοῦ καταστῆναι τοῦ σωτῆρος μνημονεύεται. οὗτοι δὲ πάντες ἐπ’ ἄκρου τῆς ἐλαίας, λέγω δὴ τῆς Ἰουδαίων διαδοχῆς ηὑρημένοι διὰ τῶν μετὰ χεῖρας μνημονεύονται. καὶ ὁ θεῖος δὲ Ἀπόστολος οἶδεν ἐλαίᾳ παραβάλλειν τὴν παρὰ Ἰουδαίοις διαδοχὴν καὶ ῥίζαν ἁγίαν καὶ ἀπαρχὴν καὶ καλλιέλαιον αὐτοὺς καλεῖν. οὗτοι δὴ οὖν οἱ βραχεῖς ῥῶγες τῆς ἐλαίας μόνοι διεσώθησαν εὑρεθέντες ἐν αὐτοῖς. καὶ ὁ ἀποδοθεὶς στάχυς σπάνιός τις καὶ αὐτός. διό φησιν ὁ προφητικὸς λόγος· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου. Μετὰ δὲ τὴν τῶν ἀποστόλων μνήμην σφόδρα ἀκολούθως τῶν πάλαι πολυθέων ἐθνῶν τὴν εἰς τὸν τῶν ὅλων θεὸν ἐπιστροφὴν θεσπίζει. διὸ ἑξῆς εἴρηται· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τὸν ποιήσαντα αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. οὐκέτι γὰρ τοῖς ἄλσεσιν οὐδὲ τοῖς ὑψηλοῖς τῶν δένδρων προσέξουσιν ὡς τὸ πρὶν ἐποίουν, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται οἱ ποτὲ ἀπηλλοτριωμένοι τῆς γνώσεως τοῦ θεοῦ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας τῇ ἡμέρᾳ ἐκείνῃ δηλαδὴ ἐν τῷ ἀποδοθέντι χρόνῳ. Τῆς δὲ τῶν ἐθνῶν κλήσεως διὰ τούτων δηλωθείσης ἑξῆς ἐπιλέγεται· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον κατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι, ὅτι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. σφόδρα δὲ ἐκπληκτικῶς καταλειφθήσεσθαι αὐτῶν τὰς πόλεις οὐχ ἁπλῶς οὕτως ἐθέσπισεν, ἀλλὰ κατὰ τὸν τρόπον τῶν Ἀμορραίων καὶ Εὐαίων· ὥσπερ γάρ φησιν ἐκείνων ἀπολωλότων, ἕτεροι παρελθόντες κατέσχον αὐτῶν τὰς πόλεις καὶ τὰς χώρας, οὕτως καὶ αἱ σαὶ πόλεις ἑτέρους ἕξουσιν οἰκήτορας, ὑμῶν ἀποβληθέντων καὶ ἐξωσθέντων. ὃ δὴ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν· αὐτὴν γοῦν τὴν Ἰερουσαλὴμ Ἕλληνες οἰκοῦσι μηδενὸς τολμῶντος ἐπιβαίνειν Ἰουδαίου τῷ τόπῳ, καὶ ἄλλας δὲ πλείους τοῦ Ἰσραὴλ πόλεις ἀλλογενεῖς κατέχουσι. πλεῖσται δὲ ὅσαι ὑπὸ Ῥωμαίων πολιορκηθεῖσαι ἐκ βάθρων ἤρθησαν εἰς ἐσχάτην ἐρημίαν περιτραπεῖσαι ἀκολούθως τῷ θεσπίσματι. ταῦτα δὲ πείσεσθαι αὐτούς φησιν, ἐπειδήπερ τὸν σωτῆρα ἑαυτῶν κατέλιπον. ἔνθα δὴ καὶ αὐτοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν μέμνηται ἡ Ἑβραϊκὴ φωνή· σωτῆρα γὰρ δηλοῖ τὸ Ἰησοῦ ὄνομα εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον. καὶ τοῦτ’ ἦν τὸ αἴτιον, διὸ συμβήσεσθαι αὐτοῖς τὰ προλεχθέντα πάντα εἴρηται, διότι κατέλιπον τὸν θεὸν τὸν σωτῆρα αὐτῶν καὶ κυρίου τοῦ πάντοτε βοηθοῦ αὐτῶν οὐκ ἐμνήσθησαν. ὅπως δὲ αὐτῶν οὗτος πάντοτε γέγονε βοηθός, διδάσκει ἐν Εὐαγγελίοις λέγων· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. καὶ δι’ ἑτέραν δὲ αἰτίαν πείσεσθαι αὐτοὺς τὰ προλεχθέντα διδάσκει, διότι ἐφύτευσαν φυτείαν ἄπιστον καὶ σπέρμα ἄπιστον, ὃ καὶ αὐτὸ συνίσταται ἐκ τοῦ μὴ πιστεῦσαι αὐτοὺς τῷ Χριστῷ τοῦ θεοῦ αὐτοῖς πρώτοις ἐπιλάμψαντι. ἐπὰν οὖν φησι τὸ σπέρμα τοῦτο τὸ ἄπιστον καὶ τὴν φυτείαν τὴν ἄπιστον σπείρῃς ἐν τῇ σαυτοῦ ψυχῇ, τότε πλανηθήσῃ, εἰ δὲ μεταβαλὼν ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ πρωΐαν τοῦ φωτὸς τοῦ εὐαγγελικοῦ, ἕτερον σπέρμα κατάθοιο τῇ σαυτοῦ διανοίᾳ, περὶ οὗ λέλεκται ἐν Εὐαγγελίοις· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι καί· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ. καὶ ἐπειδὰν ἐν φωτὶ γένοιο τῆς πρωϊνῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ἀνθήσει ἐν σοὶ εἰς ἀμητόν, ὡς μεταδοῦναι κλῆρον ἀγαθὸν καὶ τοῖς σεαυτοῦ παισὶ τοῖς κατὰ θεὸν γενησομένοις διὰ τῆς σωτηρίου διδασκαλίας. τοσαῦτα τῷ περὶ τῆς Δαμασκοῦ λόγῳ συμπαρείληφεν ἡ προφητεία εἰς τὸν χρόνον ἀναπέμπουσα τὸν εἰρημένον περὶ τῆς Δαμασκοῦ τὴν ἔκβασιν τῶν περὶ τοῦ Ἰσραὴλ λελεγμένων.