Ancient Greek · ~45 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.20.1
Not analysed yet
Ἐν μὲν τοῖς ἀνωτέρω τῷ Ἰακὼβ καὶ Ἰσραὴλ ἐμέμφετο ὁ θεὸς διὰ τὸ λέγειν· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεὸς τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη, διὰ δὲ τῶν μετὰ χεῖρας παῖδα αὐτοῦ ὀνομάζει τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον εἶναί φησι, σαφῶς τοῦ λόγου δύο τάγματα παριστῶντος τοῦ ἐκ περιτομῆς λαοῦ, ἓν μὲν τὸ κατηγορούμενον καὶ ἐπιτιμώμενον, ἕτερον δὲ ᾧ τὰς παρούσας ἐπαγγελίας πεποίηται. τὸ μὲν οὖν πρῶτον τὸ τῶν ἐκπεσόντων τοῦ θεοῦ διὰ τὴν ἀπιστίαν αὐτῶν τυγχάνει, τὸ δὲ ἕτερον τὸ τῶν ὑπακουσάντων τῇ πίστει καὶ διὰ τοῦτο τῆς σωτηρίου χάριτος κατηξιωμένων, ὁποῖοι ἦσαν οἱ μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἵ τε λοιποὶ πάντες οἱ εἰς αὐτὸν πεπιστευκότες τοῦ ἐκ περιτομῆς λαοῦ Ἰσραὴλ καὶ Ἰακὼβ ὄντες καὶ αὐτοί. ἀκολούθως τοίνυν τῷ περὶ τῶν ἐθνῶν λόγῳ ἡ ἐκλογὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν συνῆπται. διὸ εἰς αὐτῶν πρόσωπόν φησιν ἡ προφητεία· Σὺ δέ, Ἰσραήλ, παῖς μου, Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα. παῖδα δὲ πρῶτον ὀνομάζει ἔπειτα ἐκλεκτὸν εἶτα ἀγαπητὸν τὸν μὲν ὡς ἐν ἀρχαῖς ὄντα καὶ φόβῳ δουλείας ἔτι παιδαγωγούμενον, οἷος ἦν ὁ ἀποστολικὸς χορός, τὸν πρῶτον βίον ὑπὸ τὸν παιδαγωγὸν νόμον γεγονώς, τὸν δ’ αὐτὸν ἐκλεκτὸν ὀνομάζει, ὡς ἂν προκόψαντα καὶ τῆς σωτηρίου κλήσεώς τε καὶ ἐκλογῆς κατηξιωμένον. σπέρμα δὲ Ἀβραὰμ ἕτερον τάγμα τυγχάνον παρὰ τὸ τῶν ἐκλεκτῶν, ποῖον ἂν εἴη ἢ τὸ πλῆθος τῶν Ἰουδαίων, πρὸς οὓς διαλεγόμενος ὁ σωτὴρ ἔλεγεν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε; ἕτεροι δ’ ἦσαν οὗτοι παρὰ τὰ τέκνα τοῦ Ἀβραάμ ,περὶ ὧν ἐδίδασκε λέγων· εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ θεοῦ καὶ φίλος· διὸ λέλεκται· σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, ἢ κατὰ τὸν Σύμμαχον· σπέρμα Ἀβραὰμ τοῦ φίλου μου, κατὰ δὲ τὸν Ἀκύλαν· σπέρμα Ἀβραὰμ ἀγαπητοῦ μου. τό γε μὴν σπέρμα αὐτοῦ οὐκέτι ἠγαπῆσθαι ὁμοίως τῷ Ἀβραὰμ λέλεκται· πλὴν ἀλλὰ καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ καλεῖ διὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰπὼν αὐτοῖς· πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ ἐπειδήπερ τὸ σπέρμα τοῦτο τοῦ Ἀβραὰμ διεσπαρμένον εἰς πᾶσαν τὴν γῆν, τούτου χάριν ἐπιλέγει ἑξῆς· οὗ ἀντελαβόμην ἀπ’ ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἀπὸ τῶν ἀγκώνων αὐτῆς ἐκάλεσά σε. σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τῇ διασπορᾷ τοῦ Ἰουδαίων λαοῦ, οὓς πρώτους κατηξίου τῆς αὐτοῦ κλήσεως· ὥσπερ οὖν καὶ ὁ ἀπόστολος Παῦλος παρίστη πρὸς Ἰουδαίους λέγων· ὑμῖν ἔδει πρώτοις κηρυχθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀποστρέφεσθε πορευόμεθα εἰς τὰ ἔθνη. τοῖς οὖν ἐκ τούτων ὑπακούσασι τῇ κλήσει καὶ τὸν εὐαγγελικὸν λόγον παραδεδεγμένοις φησὶ τό· οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε· πολλοὶ γὰρ ἦσαν κατὰ τοὺς ἀποστολικοὺς χρόνους οἱ ἀπὸ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένοι, οὐ μόνον ἐπὶ τῆς Ἰουδαίας γῆς ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. ἀλλὰ γὰρ τοῦ σπέρματος τοῦ Ἀβραὰμ μέχρι τούτου μνημονεύσας ἀνατρέχει ἐπὶ τὴν ἐκλογὴν τοῦ χοροῦ τοῦ ἀποστολικοῦ καί φησι πρὸς αὐτούς· Παῖς μου εἶ, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε. εἰκότως οὖν καὶ ὁ θεῖος Ἀπόστολος δοῦλον εἶναι ἑαυτὸν ὡμολόγει σεμνυνόμενος ὡς ἐπὶ μεγάλῳ ἀξιώματι τῇ τοῦ σωτῆρος δουλείᾳ, ἐπειδὴ καὶ προϊὼν ὁ λόγος τοῦτο παρίστησιν, ἐν οἷς φησι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου. πάλιν δὲ κἀνταῦθα πρῶτον δοῦλον ἑαυτὸν γεγονέναι, ἔπειτα ἐκλελέχθαι διδάσκει λέγων· Παῖς μου εἶ, ἢ Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, ἢ οὐκ ἀπεδοκίμασά σε κατὰ τὸν Σύμμαχον. Ἐπιθαρσύνει τὴν ἐκλογὴν ταύτην πρὸς τὸ ἀδεῶς εἰς πάντα τὰ ἔθνη κηρύξαι τὸ εὐαγγέλιον, ὃ δὴ καὶ αὐτὸς ἐδήλου ἐν Εὐαγγελίοις ὁ σωτὴρ φάσκων· ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. εἶτ’ ἐπιλέγει· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, ἀλλὰ μηδὲ πλανῶ φησιν, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. ὅρα γάρ φησι μήποτε διανοηθῇς ὡς τῇ σαυτοῦ ἰσχύι δεδύνησαι τῷ τοσούτῳ κηρύγματι διακονήσασθαι· οὐδεὶς γὰρ ἂν ἦσθα οὐδ’ ἂν ἐδυνήθης τι, εἰ μὴ ἐγὼ μετὰ σοῦ ὢν καὶ σὺν σοὶ διαπορευόμενος πάντα τὰ ἔθνη ἐνίσχυσά σε ὑπομονὴν καὶ καρτερίαν καὶ δύναμίν σοι δεδωρημένος καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, ὡς μηδὲν ἐμποδών σοι γενέσθαι κώλυμα κηρύττοντι τὸ εὐαγγέλιον εἰς πάντας. Εἰ δὲ καί τινες ἀντικείμενοι τῷ ὑπὸ σοῦ κηρυττομένῳ λόγῳ πειραθεῖεν ἐμποδών σοι γενέσθαι, ἀλλ’ ἐντεῦθεν ἤδη θάρσει τούτων ἁπάντων καταφρονῶν εἰδώς, ὅτι αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔδοξαν εἶναί τινες, καθ’ ὃν καιρὸν ἐπολέμουν καὶ ἐδίωκόν σε· ἀλλὰ σὺ μὲν ἔσῃ καὶ διαμενεῖς καὶ ὄψει αὐτῶν τὴν ἀπώλειαν, οἱ δὲ οὐκ ἔσονται ᾗ τάχος ἀφανιζόμενοι τοῦ βίου. Διὸ καρτερεῖν σε προσήκει καὶ ὑπομένειν τὰς ἐξ αὐτῶν ἐπαγομένας θλίψεις, τὸ περιμένον αὐτοὺς τέλος ἀφορῶντα καὶ τῇ ἐμῇ θαρσοῦντα ἐπαγγελίᾳ ἐντεῦθεν ἤδη ἀψευδῶς ἐμοῦ σοι προλέγοντος· ὅτι ἐγὼ κύριος ὁ θεός σου καὶ κρατήσω τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. μὴ κείμενα δὲ παρὰ τοῖς Ἑβδομήκοντα τό· ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ σκώληξ Ἰακώβ, ἀπὸ τῶν λοιπῶν πρόσκειται ἑρμηνευτῶν. οὗτος δὲ αὐτὸς ὁ ἀνωτέρω ἐκλεκτὸς ὠνομασμένος κατὰ τό· Ἰακώβ, ὃν ἐξελεξάμην, νῦν σκώληξ ὠνόμασται διὰ τὸ σκώληκος δίκην ὑποδύνειν εἰς τὰς τῶν ἀπίστων ἐθνῶν πόλεις καὶ πᾶσαν αὐτῶν τὴν πολύθεον πλάνην καὶ τὴν δαιμονικὴν ἐνέργειαν ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων διανοίας φθείρειν καὶ ἀφανίζειν καὶ διὰ τὸ εὐτελὲς καὶ ἰδιωτικὸν τοῦ κηρύγματος τοῦ ἀποστολικοῦ. οὕτω γοῦν καὶ αὐτὸς ὁ σωτὴρ σκώληκα ἑαυτὸν ἀπεκάλει λέγων· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. εἶτ’ ἐπειδήπερ ὀλίγοι τὸν ἀριθμὸν ἐτύγχανον οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, δώδεκα μὲν ὄντες ἀπόστολοι, ἑβδομήκοντα δὲ οἱ μετὰ τούτους, τούτου χάριν ἐπιλέγει· ὀλιγοστὸς Ἰσραήλ, ἢ κατὰ τὸν Σύμμαχον ἀριθμὸς Ἰσραήλ, ἢ κατὰ τὸν Ἀκύλαν τεθνεῶτες Ἰσραήλ, καὶ κατὰ τὸν Θεοδοτίωνα δὲ οἱ νεκροὶ Ἰσραὴλ εἴρηται. πλὴν ἀλλὰ σκώληκας αὐτοὺς ὀνομάσας καὶ ὀλιγοστοὺς εἰπὼν ἐπιφέρει· μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. καὶ προστίθησιν· ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς· οὕτω γὰρ ἡ δύναμις τοῦ ἐνισχύοντος αὐτοὺς ἐδείκνυτο, ὅτε αὐτοὶ μὲν σκώληκος οὐδὲν διέφερον, ἀλλὰ καὶ ὀλιγοστοὶ ἦσαν καὶ νεκροὶ καὶ τεθνεῶτες τοῦ Ἰσραὴλ ἐτύγχανον. ὅμως τοιοῦτοι ὄντες ὥσπερ τινὰ καλάμην διέτεμνον τροχῶν ἁμάξης τρόπον ἀλοῶντες καὶ καταπρίζοντες τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν τὴν δαιμονικὴν θεοποιΐαν. διὸ ἐπιλέγει· καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, ὄρη καὶ βουνοὺς τὰς ἀντικειμένας δυνάμεις τὰς πάλαι κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρομένας αἰνιττόμενος. ταύτας τοίνυν τὰς δυνάμεις ὡσπερανεὶ ὑψηλὰ ὄρη, τά τε ὑποβεβηκότα πνεύματα πονηρὰ ὡσανεὶ βουνούς τινας ὄντας λεπτυνεῖς φησι καὶ ἀλοήσεις καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, ὡς μηκέτι ἐφιστάναι παρὰ τοῖς ἔθνεσι τὴν δαιμονικὴν πλάνην. τῶν δὲ ἀποδοθέντων ὀρῶν καὶ τῶν δηλωθέντων βουνῶν ἀφανῶν γενομένων, σὺ αὐτός, ὁ δοῦλός μου ὁ ἐκλεκτός, δι’ οὗ ταῦτα κατώρθωται, εὐφρανθήσῃ ἐν τῷ κυρίῳ καὶ ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ· ἀντὶ γὰρ τοῦ· ἐν τοῖς ἁγίοις Ἰσραὴλ ἀγαλλιάσονται, ὁ μὲν Ἀκύλας ἐν ἁγίῳ Ἰσραὴλ καυχήσῃ, ὁ δὲ Σύμμαχος ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ εἰρήκασι. Ταῦτα περὶ τῶν ἀποστόλων θεσπίσας ὁ λόγος ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἐπιλέγει· οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. ἀλλὰ ταῦτα μὲν πάλαι ἦσαν πεπονθότες, νῦν δέ φησι· ἐγὼ κύριος ὁ θεός, ἐπακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ εἰσέτι καὶ νῦν ἐνεργεῖται ἐν ταῖς διὰ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων κατὰ πάντα τόπον ἱδρυνθείσαις ἐκκλησίαις τοῦ θεοῦ τὴν διάνοιαν ἐπιστήσας εἴσῃ. αἱ γοῦν τὸ παλαιὸν διαπτωχεύουσαι ἐν τοῖς ἔθνεσι ψυχαὶ καὶ τῆς τοῦ θεοῦ γνώσεως ἐνδεεῖς οὖσαι καὶ μηδὲ ῥανίδα ζωτικοῦ πόματος κεκτημέναι ὡς τὴν γλῶσσαν αὐτῶν καὶ τὸν δι’ αὐτῆς προφερόμενον λόγον ἐξηράνθαι, διὰ τὸ μηδεμιᾶς νοτίδος λόγου σωτηρίου μετέχειν αὐτοὺς παραδόξου τετυχήκασιν εὐεργεσίας διὰ τῆς οὐρανίου χάριτος πληρωθεῖσαι πηγῶν καὶ ποταμῶν καὶ παντοίων ζωτικῶν ὑδάτων ὡς ἀπολαύουσαι ὕδατος, περὶ οὗ ἀνωτέρω ἐλέγετο· καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. πίνουσί τε ἀπὸ πηγῶν τοῦ Ἰσραήλ, ὧν ἐμνημόνευσεν ὁ φήσας λόγος· ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ. τοῦτο δὲ ἂν εἴη τὸ πνεῦμα τὸ ἅγιον τὸ πηγάζον ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἀνομβροῦν ὕδατα ζῶντα, τοτὲ μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης, τοτὲ δὲ ἀπὸ τῆς καινῆς καὶ εὐαγγελικῆς διδασκαλίας. ἀλλὰ καὶ ποταμοὶ ῥέουσιν ἀένναοι κατακλύζοντες τὴν παλαιὰν ἔρημον οἱ ἀπὸ τοῦ μεγάλου ποταμοῦ τὰς ἀρχὰς εἰληφότες, περὶ οὗ εἴρηται· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, καί· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων. Καὶ ἔστιν ἰδεῖν εἰς τὴν πάλαι ἄνυδρον γῆν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐκ τῶν τοσούτων ὑδάτων ψυχὰς εὐθαλεῖς καὶ εἰς ὕψος ἀνεπαιρομένας ἀναλογούσας φυτοῖς οὐκ ἄλλως ὑφισταμένοις ἢ ἐν ὑδάτων πλήθει, ὁποῖα ἂν γένοιτο κέδρος καὶ πύξος καὶ μυρσίνη, κυπάριττός τε καὶ λεύκη κατὰ τοὺς Ἑβδομήκοντα, κατὰ δὲ τὸν Σύμμαχον· κέδρος καὶ ἄκαπνον ξύλον ἐλαίου κυπάρισσος καὶ πτελέα καὶ πύξος ἐπὶ τὸ αὐτό. ταῦτα πάντα οὐδ’ ἄλλως ἢ ἐν ὑδάτων πλήθει τρεφόμενα καὶ αὐξανόμενα εἰς τὴν εἰκόνα περιείληπται τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ εὐθαλῶν ψυχῶν ἀπὸ πολυπληθείας θείων καὶ λογικῶν ὑδάτων εἰς ὕψος ἐπηρμένων. καὶ ὅτε μὲν οὖν τοὺς καρποὺς τῆς ἐκκλησίας βούλεται παραστῆσαι ὁ λόγος, εἰκόνι χρῆται ἐλαίας ἢ φοίνικος ἢ ἀμπέλου· νῦν δὲ ὅτε τὸ εὐθαλὲς καὶ διεγηγερμένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν τῇ ἐκκλησίᾳ προκοπτόντων δηλοῖ τῇ τῶν προλεχθέντων φυτῶν συνεχρήσατο εἰκόνι· ἃ οὐδ’ ἄλλως ἢ ἐξ ὑδάτων πλήθους καὶ γῆς ἑδραίας καὶ γονίμου συνίστασθαι πέφυκεν. ὃ δὴ καὶ ἀντὶ παραδόξου παρείληφεν, εἰ ἐν τῇ ἀνύδρῳ καὶ καταξήρῳ καὶ διψαλέᾳ γῇ τοσαύτην ὑδάτων χορηγίαν ἔσεσθαι ἐπήγγελται ὡς τοιαῦτα βλαστῆσαι φυτά, ὁποῖα κατείλεκται. τὸν αὐτὸν δὴ τρόπον ἔσεσθαι καὶ ἐπὶ τῆς πάλαι ἐρήμου καὶ ἀνύδρου γῆς τῶν πάλαι ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· τοσαύτην γὰρ γενήσεσθαι καὶ ἐπ’ αὐτῶν μεταβολὴν προφητεύει εἰς ἔνδειξιν τῆς σωτηρίου εὐεργεσίας. Διὸ ἐπιλέγει· ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν· εἰ γὰρ μὴ θεὸς ἦν καὶ χεὶρ κυρίου ἡ διὰ τῶν ἀποστόλων αὐτοῦ τὴν τοσαύτην μεταβολὴν ἐν τοῖς ἔθνεσιν εἰργασμένη, πῶς ἂν συνέστησαν ἐν τῇ τοσαύτῃ τῶν ἐθνῶν ἐρημίᾳ ἐκκλησίαι θεοῦ καὶ τὰ ἐν αὐτῇ λογικὰ ὕδατα πληθύνοντα πανταχοῦ γῆς ὡς γεωργεῖσθαι τῶν ἐρήμων πρότερον καὶ ἀνίκμων ἐθνῶν τὰς ψυχὰς τῷ τῆς θεοσεβείας λόγῳ, φύειν τε ὑψηλὰ καὶ μετέωρα βλαστήματα, κάτω μὲν ἐπὶ γῆς ἐρριζωμένα, λέγω δὲ ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, ἄνω δὲ εἰς ὕψος ἐπαιρόμενα ὡς καὶ μέχρι τῆς βασιλείας τῶν οὐρανῶν ἐκτείνεσθαι κἀκεῖ τὰς ἑαυτῶν ἀναρτᾶν ἐλπίδας; διὸ φυτοῖς εὐώδεσι καὶ εἰς ὕψος ἐπηρμένοις παραβέβληνται.