Ancient Greek · ~32 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.21.1
Not analysed yet
Πληρώσας ὁ λόγος τῆς πάλαι ἐρήμου καὶ ἀκάρπου καὶ ἀνύδρου χώρας τὴν ἐπὶ τὸ γόνιμον μεταβολήν, δι’ ἧς ᾐνίττετο τῆς ἐκκλησίας τοῦ θεοῦ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετάθεσιν, ἐφ’ ἕτερον μεταβαίνει τάγμα τὸ ἀπομεῖναν ἐν τῇ προτέρᾳ πλάνῃ τῆς εἰδωλολατρίας. διὸ ὡς πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ θεός· ἀναπολόγητοι γάρ ἐστέ φησιν οἱ μετὰ τὴν τοσαύτην χάριν τὴν τὰ τοσαῦτα κατεργασαμένην τῇ πολυθέῳ ἐναπομείναντες πλάνῃ μὴ ἐννοήσαντες, ὡς χεὶρ κυρίου ἦν ἀληθῶς ἡ τὰ τοσαῦτα κατεργασαμένη καὶ πρὶν γενέσθαι μαρτυραμένη, ὅτι ταῦτα ἔσται, ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα. τοῖς οὖν μὴ ἐπιστήσασι καὶ μὴ ἐπεγνωκόσι μηδὲ ἐννοήσασιν ἀκολούθως ὁ λόγος ἀπειλεῖ φάσκων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἡ γὰρ κατάκρισις αὐτῶν αὐτόθεν αὐτοῖς ἐπάγεται ἀναπολογήτοις οὖσι. διὸ ἐπιλέγει· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, ἀνθ’ οὗ ὁ Σύμμαχος· ἐγγίσατέ φησι τὰ ἰσχυρὰ ὑμῶν, ὁ δὲ Θεοδοτίων· ἐγγίσατε κραταιώματα ὑμῶν, ὁ δὲ Ἀκύλας· προσεγγίσατε ὀστεώσεις ὑμῶν· εἰς μέσον γάρ φησιν ἀγάγετε τὰ νομιζόμενα ὑμῖν εἶναι ἰσχυρὰ καὶ τὰ κραταιώματα ὑμῶν, ὡσεὶ σαφέστερον ἔλεγε τοὺς θεοὺς ὑμῶν, φέρετε εἰς μέσον, ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· προσελθέτωσαν καὶ ἀπαγγειλάτωσαν ὑμῖν, ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. καὶ γὰρ ἀληθῶς ἐντεῦθεν τῆς τῶν δαιμόνων ἀδρανείας καταγνῶναί ἐστι τῶν πάλαι μαντεύεσθαι προσποιουμένων καὶ προλέγειν διαχρησαμένων τὰ μέλλοντα ἐκ τοῦ μηδένα πώποτε αὐτῶν μαντεύεσθαι καὶ προειπεῖν, ὡς ἄρα ἥξει καὶ ἐπιδημήσει ποτὲ ἀνθρώποις ὁ Χριστὸς τοῦ θεοῦ καταλύσων αὐτῶν τὴν θεοποιΐαν ὡς ἐρημωθῆναι τοὺς κατὰ πόλεις αὐτοῖς ἀνεγηγερμένους ναούς, ἐλεγχθῆναι δὲ αὐτῶν τὰς μαντείας καὶ τὰ χρηστήρια· ταῦτα γὰρ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν διὰ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπετελέσθη. ἅπερ ἐχρῆν μὴ ἀγνοῆσαι τοὺς καταμαντεύεσθαι καὶ εἰδέναι τὰ μέλλοντα προσποιουμένους πονηροὺς δαίμονας· ἔδει γοῦν ταῦτα προγνῶναι καὶ προφητεῦσαι, εἴπερ τις ἦν ἐν αὐτοῖς θεία δύναμις. διό φησιν ὡς πρὸς αὐτοὺς ὁ λόγος· τί τὰ ἔσχατα καὶ τί τὰ ἐπερχόμενα, εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. οἱ μὲν τοῦ θεοῦ προφῆται ἐνθέου πνεύματος μετασχόντες προεῖπον τὰ ἔσχατα διαρρήδην θεσπίσαντες τῆς ἀνύδρου καὶ ἀγόνου καὶ ἀκάρπου χώρας τῶν ἐθνῶν τὴν ἐπὶ τὰ κρείττω μεταβολήν, τήν τε τοῦ Χριστοῦ παρουσίαν καὶ τῶν ἀποστόλων αὐτοῦ τὸ κήρυγμα καὶ ὅσα ἄλλα ταῖς αὐτῶν ἐμφέρεται προφητείαις· ὅθεν γνωρίζεται θεὸς ὢν ἀληθῶς ὁ ἐν αὐτοῖς καὶ δι’ αὐτῶν ταῦτα θεσπίσας. οἱ δὲ πονηροὶ δαίμονες πόθεν ἐδύναντο γινώσκειν βουλὴν καὶ ἐνθύμησιν τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὰ ὁρισθέντα ὑπ’ αὐτοῦ περὶ τῆς Χριστοῦ παρουσίας, περί τε τῆς αὐτῶν καθαιρέσεως καὶ ἀπωλείας; διὸ μὴ εἰδότες τὰ ἐπερχόμενα μηδὲ τὰ ἐν ἐσχάτοις καιροῖς μέλλοντα συμβήσεσθαι περὶ τῆς κλήσεως τῶν ἐθνῶν, τῆς τε αὐτῶν ἐρημίας. εἰκότως οὐδὲ τὰ πρότερα ἐγνώριζον, ὅθεν οὐδεὶς αὐτῶν δεδύνηται τοῖς αὐτοῖς προφήταις ὑποβάλλειν ταῦτα, ἅπερ οἱ τοῦ πνεύματος τοῦ θεοῦ καταξιωθέντες γραφῇ παραδεδώκασιν. οἷος ἦν Μωϋσῆς γράφων τὰ πρότερα καὶ λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τὰ πρότερα ἦν, τὰ δὲ ἔσχατα περὶ τῆς ἐθνῶν ἐπιστροφῆς, τοῦ τε ἐλέγχου τῆς δαιμονικῆς πλάνης, τά τε περὶ τῆς συντελείας τοῦ αἰῶνος καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης τοῦ θεοῦ δικαιοκρισίας· οἱ δὴ οὖν μήτε τὰ ἔσχατα δυνάμενοι εἰδέναι μήτε λέγειν, πῶς ἂν εἶεν θεοί. εἶτα μεταβαίνει ἐπὶ ἕτερον ἔλεγχον φάσκων· εὖ ποιήσατε καὶ κακώσατε, καὶ ὀψόμεθα καὶ θαυμασόμεθα ἅμα· εἰ γὰρ καὶ τὰ μάλιστα κακοποιεῖν οἷοί τέ ἐστε δαίμονες ὄντες πονηροί, ἀλλ’ οὐκ ἐκ τούτου γνώρισμα τῆς θεϊκῆς ἐνεργείας ἕξετε. διόπερ τὸ ἰδιάζον ἐπὶ θεοῦ πρῶτον ὑμᾶς ἐπιδείξασθαι χρή, λέγω δὲ τὸ εὖ ποιῆσαι, ἔπειτα εἰ ἄρα κρίσει δικαίᾳ χρήσεσθε καὶ τοὺς ἀξίους κακώσεως τιμωρήσασθε. νῦν δὲ ὅτε τοὺς τῇ ὑμετέρᾳ πλάνῃ προσιόντας ἀδιακρίτως ὑποδέχεσθε ἐπαγγελλόμενοι τοῖς πᾶσι χρηστὰς ἐπαγγελίας μέχρι φωνῆς καὶ συνθέσεως ῥημάτων λοξῶν διὰ τὸ κρύπτειν τὴν ἄγνοιαν τῷ τῆς ἀμφιβολίας παρακαλύμματι, ἤδη δὲ καὶ αἰσχροῖς ἀνδράσι καὶ γυναιξὶν ἀκολάστοις ἀδιαφόρως τοὺς ἐξ ὑμῶν παρέχετε χρησμούς, πῶς ἂν εἴητε θεοί. Διὸ ἐπιλέγει ἑξῆς· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; καὶ ἐπάγει τὴν ὑπόστασιν τῆς ὕλης ἐλέγχων διὰ τοῦ φάσκειν· ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς· κἂν γὰρ χρυσὸς καὶ ἄργυρος ᾖ, κἂν σίδηρος καὶ χαλκὸς ἢ λίθος, πάντα ταῦτα γῆς ἐστι περιττώματα· ἃ δὴ ληφθέντα εἰς θεοποιΐαν βδέλυγμα γέγονεν οὐκ ὄντα τῇ φύσει τοιαῦτα, ἐπειδὴ πᾶν ἔργον θεοῦ καλόν, τὰ δ’ ἀνθρώπων κακοτεχνία φαύλων ἐπ’ ἀθεότητι παραληφθέντα μιαρὰ καὶ βδελυκτὰ καὶ μίσους ἄξια, ἃ καὶ ἄψυχα ὄντα οὔτε εὖ ποιεῖν οὔτε κακοποιεῖν δύνανται, ὡς ἐντεῦθεν παρίστασθαι τὰς νομιζομένας ἐνεργείας ἢ τοὺς χρησμοὺς ἀνδρῶν εἶναι γοήτων ἀπάτας τῇ τῶν πολλῶν ἠλιθιότητι καταχρωμένων. ταῦτ’ εἰπὼν ὁ λόγος καὶ ὥσπερ ἀποδείξας τοῖς ἐναπομείνασι τῇ εἰδωλολατρίᾳ τὴν σφῶν αὐτῶν πλάνην ἐπιφέρει· ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ, ἢ κατὰ τὸν Σύμμαχον· ἐξεγερῶ ἀπὸ βορρᾶ, καὶ τὸν ἀφ’ ἡλίου δὲ ἀνατολῶν, οἳ καὶ κληθήσονταί φησι τῷ ὀνόματί μου. σημαίνει δὲ διὰ τούτων τὸν μὲν ἀπ’ ἀνατολῶν ἡλίου τὸν Χριστὸν καὶ τὴν αὐτοῦ δικαιοσύνην· τοῦτο γὰρ ἐδήλου καὶ διὰ τῶν ἔμπροσθε φήσας· τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἣν καὶ τοῖς ἔθνεσι δεδωρῆσθαι ἐδήλου· τὸν δὲ ἀπὸ βορρᾶ τὸν ἐξ ἐθνῶν λαὸν πάλαι ὄντα ἐν τῷ βορρᾷ κατὰ τό· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. τοῦτον οὖν τὸν ἐξ ἐθνῶν λαὸν ἐξήγειρά φησιν ἀπὸ βορρᾶ, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ, καλέσω δὲ καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν, δηλαδὴ τὸν Χριστὸν τοῦ θεοῦ. καὶ πρὸς τούτοις ἐπιλέγει· κληθήσονται τῷ ὀνόματί μου· τίνες δ’ ἂν εἶεν καὶ οὗτοι, ἑξῆς διδάσκει λέγων· ἐρχέσθωσαν ἄρχοντες, ἤτοι τοὺς τὴν αὐτοῦ βασιλείαν δορυφοροῦντας ἀγγέλους οὕτως ὀνομάζων, δι’ ὧν τὴν καθαίρεσιν τῆς ἀθέου πλάνης γεγενῆσθαί φησιν, ἢ τοὺς ἄρχοντας καὶ προεστῶτας τῆς ἐκκλησίας αὐτοῦ. ἐπειδὰν οὖν ὁ ἀπὸ βορρᾶ λαὸς συναχθῇ καὶ ὁ ἀπὸ ἡλίου ἀνατολῶν, οἵ τε δηλωθέντες ἄρχοντες ἐπὶ τὸ αὐτὸ γένωνται, τί ἔσται ἑξῆς ἐπιφέρει λέγων· καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε, ὑμεῖς δηλαδή, οἷς ἐλέγετο· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. διὸ ὡς πρὸς αὐτοὺς πάλιν ἀποτείνεται καί φησι· τίς ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθής ἐστι; ταῦτ’ εἰπὼν ὡς πρὸς τοὺς δηλωθέντας καὶ τὸν αὐτὸν ἔλεγχον αὐτοῖς ἐπαγαγὼν προστίθησιν· οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ἀκούων ὑμῶν τοὺς λόγους. δύο δὴ πάλιν καὶ διὰ τούτων ὁ λόγος σημαίνει· ἀφανισμὸν τῶν χρηστηρίων καὶ τῶν πάλαι παρ’ αὐτῶν πλανωμένων ἀνδρῶν ἀνάνηψιν. καὶ τὸ λέγειν δέ· οὐκ ἔστιν ὁ ἀκούων τοὺς λόγους ὑμῶν, διπλῆν ἔχει διάνοιαν ὡς μήτε αὐτῶν ἐχόντων λόγον διὰ τὸ μηδὲν δύνασθαι μήτε εἰδέναι μήτε τῶν πάλαι περὶ αὐτὰ πλανωμένων ἐπιμενόντων τῇ πλάνῃ· ὠφελημένων δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, ὡς μηκέτ’ ἐκείνοις παρέχειν τὰς ἀκοὰς διὰ τὸ κατεγνωκέναι τῆς παλαιᾶς ἀπάτης. Τούτοις ἑξῆς ἐπιφέρει λέγων· ἀρχὴν Σιὼν δώσω καὶ Ἰερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. ὃ λέγει τοιοῦτόν ἐστιν· γινώσκετε, ὦ ἄνθρωποι, ὡς τῇ ἐκκλησίᾳ τῇ ἐμῇ τῇ καὶ διὰ τῶν ἔμπροσθεν ὠνομασμένῃ Σιὼν καὶ Ἰερουσαλὴμ αὐτὸς ἐγὼ δώσω τὴν κατὰ πάντων ἀρχὴν καὶ τὴν ἐκκλησίαν μου παρακαλέσω καὶ θήσω αὐτὴν εἰς ὁδόν. ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ἐναπομείνασι τῇ ἀπιστίᾳ οὐδεὶς εὕρηται θεὸς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· ἠλέγχθησαν γοῦν τὸ μηθὲν ὄντες καὶ διὰ τοῦτο μηθὲν δυνάμενοι. διὸ καὶ ἐὰν ἐπερωτήσω αὐτούς Πόθεν εἶεν, οὐδεὶς αὐτῶν ἀπόκρισιν δώσει· δῆλοι γάρ εἰσιν οἱ ποιηταὶ αὐτῶν ἄνδρες χειροτέχναι, ἐπειδὴ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν τυγχάνει ἀνθρώπων. μάτην ἄρα πεπλανῆσθε πάντες ὑμεῖς· διόπερ εἰδέναι ὑμᾶς βούλομαι, ὡς αὐτὸς ἐγὼ τῇ ἐμαυτοῦ ἐκκλησίᾳ τὴν κατὰ πάντων ἀρχὴν δώσω καὶ τὴν ἐξουσίαν τῆς ἐμῆς βασιλείας μόνῃ τῇ ἐμῇ Σιὼν δωρήσομαι καὶ τὴν ἐμὴν Ἰερουσαλὴμ παρακαλέσω τάξων αὐτὴν εἰς ὁδὸν ὑπὲρ τοῦ πάντας τοὺς ὁδεύοντας ἐν αὐτῇ ἐπὶ τὸ τρισμακάριον ὁδεύειν τέλος τὸ ἄγον πρὸς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.