Ancient Greek · ~44 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.22.1
Not analysed yet
Σφόδρα ἀκολούθως τῷ περὶ τῶν εἰδώλων ἐλέγχῳ ἀντιπαρέθηκε τὴν περὶ τοῦ Χριστοῦ προφητείαν καὶ τὴν ταύτῃ παρεπομένην τῶν ἐθνῶν κλῆσιν· ἀλλὰ γὰρ πρὸ τῆς εἰς τοὺς τόπους θεωρίας ἐπιτηρῆσαι ἄξιον, ὡς οὔτε τὸ τοῦ Ἰακὼβ ὄνομα οὔτε τὸ τοῦ Ἰσραὴλ ἐν τῇ προκειμένῃ ἐμφέρεται προφητείᾳ. διὸ οὐδὲ οἱ λοιποὶ ἑρμηνευταὶ οὐδὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐμνημόνευσεν αὐτῶν, ἀλλ’ ὁ μὲν Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· ἰδοὺ ὁ δοῦλός μου, ἀνθέξομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου, ὁ δὲ Ἀκύλας· ἰδοὺ ὁ δοῦλός μου ἀντιλήψομαι ἐν αὐτῷ. διὰ μὲν οὖν τῶν ἔμπροσθεν ὁ ἀποστολικὸς χορὸς ὠνομάζετο Ἰακὼβ καὶ Ἰσραήλ, ἐν οἷς εἴρηται· Σὺ δέ, Ἰακώβ, ὁ παῖς μου, Ἰσραήλ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα. ἐν δὲ τοῖς μετὰ χεῖρας, ἐπειδὴ τὸ κρεῖττον εἰσῆκται πρόσωπον ὡς ἂν μὴ ὁ αὐτὸς εἶναι νομισθείη τοῖς προδηλωθεῖσιν οὐκ ὠνομάσθη οὔτε Ἰακὼβ οὔτε Ἰσραὴλ οὔτε σπέρμα Ἀβραάμ, σαφῶς δὲ περὶ τοῦ Χριστοῦ τοῦ θεοῦ λέλεκται, καθὼς ἐμαρτύρησεν ὁ Εὐαγγελιστὴς τό· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. καὶ μετὰ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἃ οὐχ ἥρμοζε τῷ ἀποστολικῷ λέγεσθαι χορῷ· εἰκότως ἄρα ἐν τῇ προκειμένῃ προφητείᾳ τὸ τοῦ Ἰακὼβ ὄνομα καὶ τὸ τοῦ Ἰσραὴλ σεσιώπηται· ἕτερος οὖν τίς ἐστιν ὁ ἐνταῦθα λεγόμενος παῖς τοῦ θεοῦ καὶ ἐκλεκτὸς αὐτοῦ. διὸ πρόσκειται τό· προσεδέξατο αὐτὸν ἡ ψυχή μου· μόνος γὰρ ἦν οὗτος ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ τοῦτον προσεδέξατο ἡ λεγομένη ψυχὴ τοῦ θεοῦ, συνήθως τῆς θείας γραφῆς τῷ τῆς ψυχῆς ὀνόματι καταχρωμένης ἐπὶ τοῦ θεοῦ, ἐπεὶ καὶ πόδας καὶ χεῖρας καὶ δακτύλους καὶ ὀφθαλμοὺς θεοῦ εἴωθεν ἀνθρωπινώτερον προφέρεσθαι. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. εὕροις δ’ ἂν ταῦτα συνῳδὰ τοῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου τεθεσπισμένοις. ἐκλεκτὸς δὲ οὐκέθ’ ὁμοίως τοῖς ἀποστόλοις, ἐπειδὴ μόνῳ αὐτῷ λέλεκται τό· ὃν ᾑρέτισεν ἡ ψυχή μου, ἀλλὰ καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐπὶ μόνον αὐτὸν ἐπανεπαύσατο· ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. τὸ δὲ πνεῦμα τὸ δοθὲν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ προελθόντα αὐτὸς ἦν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὃ δὴ καὶ ὁ Ἀπόστολος ἐδήλου φάσκων· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. διόπερ ὡς μόνος χωρήσας τὸ πνεῦμα τὸ πατρικὸν τὰ ἑξῆς πάντα ἐργάζεται ἐξαγγέλλων τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῖς ἔθνεσιν εἰς τὸ παρασκευάζεσθαι τοὺς πάντας εἰς τὴν μέλλουσαν τοῦ θεοῦ κρίσιν. διὸ λέλεκται· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Εἶτ’ ἐπειδήπερ ἡσύχως καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον ὡς μηδὲ τοῖς ὑπ’ αὐτοῦ θεραπευομένοις ἐπιτρέπειν αὐτὸν φανερὸν ποιεῖν τοῖς πᾶσι. τούτου χάριν εἴρηται· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, ἀλλ’ οὐδὲ κάλαμον συντρίψει τεθλασμένον· οὕτω γὰρ ἀψοφητὶ καὶ ἡσύχως διελεύσεται τὸν ἐν ἀνθρώποις βίον, ὡς μηδὲ τὸν τυχόντα ἄνθρωπον λυπῆσαι τὸν πάντων ταπεινώτερον καὶ ἀσθενέστερον, καλάμῳ διὰ τὸ ἀσθενὲς ἀπεικασμένον. ἀλλ’ οὐδὲ λίνον καπνιζόμενον σβέσει, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ λίνον ἀμαυρὸν σβέσει, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ λίνον ἀμαυρὸν οὐ σβέσει, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ στίππυον ἀμαυρὸν οὐ σβέσει. λίνον δὲ τυφόμενον εἴποις ἂν εἶναι τὸν ἐκφυσιούμενον ὑπὸ τῆς σαρκὸς τοῦ νοὸς αὐτοῦ ἐπηρμένον τινὰ καὶ τετυφωμένον, ὃν οὐ κωλύσειν οὐδὲ παύσειν ἐλέγετο τοῦ ἐπάρματος ὁ προφητευόμενος. ὃ δὴ καὶ ἔργῳ ἐπλήρου ὁ Χριστὸς τοῦ θεοῦ ἐπιδημῶν τῷ θνητῷ βίῳ· οὔτε οὖν ταπεινόν τινα καὶ ἀσθενῆ ἐν ἀνθρώποις ἐλύπησεν οὔτε τινὰ τῶν ἐπηρμένων καὶ ὑπερηφάνων μετῆλθε· πρὸς ἅπαντας δὲ ἀνθρώπους πρᾶος ἦν καὶ ταπεινὸς τῇ καρδίᾳ. Σὺν ἀληθείᾳ δὲ καὶ παρρησίᾳ τοῖς πᾶσι διεστέλλετο τὰ περὶ τῆς τοῦ θεοῦ κρίσεως καὶ οὐ πρότερόν γε ἐπαύσατο ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν ὁ προφητικὸς λόγος ᾐνίξατο εἰπών· ἀναλάμψει καὶ οὐ θραυσθήσεται· θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες· ἐπεὶ καὶ πᾶν τὸ θνητὸν γένος θανάτῳ θραύεσθαι πέφυκεν. ἀλλ’ οὐ καὶ αὐτὸν ἔθραυσαν· μόνος δὲ τῶν ἐξ αἰῶνος εἷς οὗτος θανάτου κρείττων ἀποφανθείς, εἰκότως ἀπὸ τῆς προφητείας μεμαρτύρηται φησάσης· ἀναλάμψει καὶ οὐ θραυσθήσεται. εἶτ’ ἐπιφέρει· ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. διὸ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν φωτὸς δίκην εἰς πάντα τὸν κόσμον ἐκλάμψας οὐ πρότερον ἐπαύσατο ἢ διατάξασθαι ἐπὶ τῆς γῆς τὴν περὶ τῆς ἐκκλησίας αὐτοῦ διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Ὧν οὕτως εἰρημένων ἐπιφέρεται ἑξῆς· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ὅρα δὲ ὅπως τὸν μὲν οὐρανὸν πεπῆχθαι εἴρηκεν, ἐπειδὴ κατὰ τὴν Μωσέως κοσμοποιΐαν ἐξ ὑδάτων πήξεως συνεστάναι λέγεται· οὐχὶ δὲ κατὰ τοὺς Ἕλληνας φυσιολόγους οἱ ἐκ πυρὸς εἶναι τὸν αἰθέρα καὶ τὸν οὐρανὸν αὐτὸν ὑπειλήφασι, τὴν δὲ γῆν φησιν ἐστερεῶσθαι καταλλήλως διὰ τὸ μέσην οὖσαν τοῦ παντὸς ἀκίνητον εἶναι, ὅπερ οὐχ ἥρμοζεν ἐπὶ τοῦ οὐρανοῦ λέγεσθαι. ἀντὶ δὲ τοῦ· καὶ τὰ ἐν αὐτῇ ὁ Σύμμαχος· ἐστερέωσάς φησι τὴν γῆν καὶ τὰ πορευόμενα ἐπ’ αὐτῆς. τίνα δὲ ταῦτα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. χρὴ γὰρ ἡμᾶς μαθεῖν ἐκ τίνος προσώπου ἦν τὰ περὶ Χριστοῦ λεχθέντα. ἐπειδὴ γὰρ ἀθρόως ἐπέβαλλεν ὁ προφητικὸς λόγος ἐν ἀρχῇ εἰπών· Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν· τίς δὲ ἦν ὁ ταῦτα εἰρηκὼς οὐ προεδίδαξεν, ἀναγκαίως ἐπὶ τοῦ παρόντος διασαφεῖ τὸν ταῦτα τεθεσπικότα. διὸ ἐπιφέρει τό· οὕτως εἶπεν κύριος ὁ θεός· αὐτὸς γὰρ ἦν ὁ τὰ πρῶτα εἰρηκὼς καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. εἰ γὰρ καὶ τὰ μάλιστα μὴ οἷοί τέ ἐστέ φησιν ὑμεῖς οἱ ἄνθρωποι, τὴν ἀφανῆ καὶ ἀσώματον οὐσίαν ἐποπτεῦσαι θεοῦ· ἀλλ’ ἀναβλέψαντες εἰς τὸ μέγεθος τοῦ τοσούτου οὐρανοῦ, λογίσασθε ὁποῖός τις τυγχάνει ὁ τοσοῦτο μέγεθος διαπηξάμενος· ἀλλὰ καὶ εἰς τὴν γῆν αὐτὴν ἀποβλέψαντες, ὁπόση τίς ἐστι καὶ ὡς ἀκινήτως τὸν σύμπαντα αἰῶνα ἥδρασται ἐρριζωμένη καὶ τεθεμελιωμένη, ὡς μηδαμῆ μηδαμῶς κινεῖσθαι, ἐννοήσατε ὅσης ἀρρήτου ὑπάρχει δυνάμεως ὁ στερεώσας αὐτήν, γόνιμόν τε καὶ καρπῶν οἰστικὴν αὐτὴν ἀπεργασάμενος, ὡς τοσαῦτα ζῷα καὶ φυτὰ προβάλλεσθαι. ὁ δὴ οὖν τὰ τοσαῦτα κάλλη καὶ μεγέθη κατασκευάσας κύριος καὶ θεὸς τῶν ὅλων, οὗτος τὰ προλεχθέντα περὶ τοῦ Χριστοῦ αὐτοῦ ἐθέσπισεν. σφόδρα δὲ ἀκολούθως καὶ ἐπιτετηρημένως καθ’ ὅλου μὲν τῷ ἐπὶ τῆς γῆς λαῷ, τοῦτ’ ἔστι πᾶσιν ἀνθρώποις τοῖς τὴν γῆν λαχοῦσιν οἰκεῖν, πνοὴν δεδωκέναι εἴρηται, ἐπειδὴ καὶ κατὰ τὴν πρώτην τοῦ ἀνθρώπου δημιουργίαν ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὡς ἐξ ἐκείνου πάντας ἀνθρώπους μετέχειν τῆς ζωῆς, οὐκέτι δὲ καὶ τοῦ κρείττονος πνεύματος· μόνοις γὰρ τοῖς καταπατοῦσι τὴν γῆν δίδοσθαι τὸ πνεῦμα εἴρηται. ὅποι δ’ ἂν εἶεν οἱ τὸ γεῶδες φρόνημα καταπατοῦντες, εἴποι δ’ ἄν τις καὶ ἄλλως πᾶν γένος δηλοῦσθαι τῶν τε λογικῶν ἐπὶ γῆς ζῴων καὶ ἀλόγων διὰ τῶν προκειμένων. Πρὸς δὲ τοῖς λεχθεῖσιν ἔτι καὶ τὰ ἐπιλεγόμενα ὁ αὐτὸς κύριος καὶ θεὸς τῷ Χριστῷ αὐτοῦ προσφωνεῖ λέγων· ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε. προσφωνεῖ δὲ ταῦτα τῷ ἀνωτέρω λεχθέντι παιδὶ αὐτοῦ, ᾧ τὸ ἑαυτοῦ πνεῦμα δώσειν ἐλέγετο, πρῶτον δὲ αὐτὸν ἐν δικαιοσύνῃ καλεῖ κατ’ ἀξίαν τὴν κλῆσιν αὐτοῦ καὶ κατὰ τὸ δικαιότατον ποιούμενος· ἔπειτα κρατήσειν τῆς χειρὸς αὐτοῦ καὶ ἐνισχῦσαι αὐτὸν καὶ τρίτον χαριεῖσθαι αὐτὸν δῶρον ὥσπερ τι φῶς μέγα πᾶσι τοῖς ἔθνεσιν ἐπαγγέλλεται λέγων· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. πάλαι οὖν διὰ Μωσέως τὴν παλαιὰν διαθήκην τῷ Ἰουδαίων ἐδίδου λαῷ· ἐνταῦθα δὲ τὸν προφητευόμενον εἰς διαθήκην τοῦ γένους τῶν ἀνθρώπων καὶ εἰς φῶς ἐθνῶν δωρήσασθαί φησιν. εἰκότως ἄρα ἐπειδήπερ αὐτὸς ἦν ἡ διαθήκη ὁ Χριστὸς τοῦ θεοῦ οὐδὲ γραφὴν οὐδὲ βιβλίον ἐξέδωκεν ὁμοίως Μωσεῖ· αὐτὸς γὰρ ἦν ἡ διαθήκη, ἅτε πρῶτος μεσίτης ὑπάρχων θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ καὶ εἰς φῶς ἐθνῶν δίδοται, ὅπως ἐν αὐτῷ φωτιζόμενοι τῶν πάλαι τὰς ψυχὰς τυφλῶν οἱ ὀφθαλμοὶ διανοίγωνται καὶ ἀναβλέπωσι διορῶντες τὴν τοῦ θεοῦ γνῶσιν ὡς μηκέτι λίθοις καὶ ξύλοις καὶ ἀψύχων ὕλῃ τὴν τοῦ θεοῦ τιμὴν ἀπονέμειν. ἐπειδὴ δὲ αὐτοὶ οὗτοι σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἦσαν κατεσφιγμένοι ἐν σκότῳ δὲ κακίας πεπεδημένοι, ἔμελλον δὲ διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἁμαρτιῶν ἀφέσεως καταξιοῦσθαι καὶ ὥσπερ ἐκ δεσμωτηρίων ἀπολύεσθαι, ἐλευθεροῦσθαί τε καὶ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου εἱρκτῆς. τούτου χάριν ἐπιφέρεται ἑξῆς τό· ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ταῦτα πάντα διὰ τοῦ Χριστοῦ αὐτοῦ ὁ μεγαλόδωρος θεὸς οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀθρόως τοῖς ἔθνεσι δώσειν ἐπαγγέλλεται. Καὶ ἐπιλέγει· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. καὶ τήρει, ὅπως κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ’ αὐτὴν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν ὁμοίως εἴρηται τό· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. εἰ δὲ τὰ λόγια κυρίου πεπυρωμένα ἐστι καὶ χρὴ μὴ παρέργως ἐντυγχάνειν αὐτοῖς, ἐπιστῆσαι ἄξιον ὡς οὐκ εἴρηται· τὴν δόξαν μου οὐδενὶ δώσω· τὸ μὲν γὰρ οὐδενὶ ἀναιρετικὸν ἦν παντός, τὸ δὲ ἑτέρῳ μὴ δώσειν ἑνὶ μόνῳ τὴν συγχώρησιν γεγενῆσθαι ἐμφαίνει, δηλαδὴ τῷ προσφωνουμένῳ. οὗτος δὲ ἦν πρὸς ὃν ἐλέγετο· ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. ἐπεὶ τοίνυν σοὶ δέδωκά φησι τὴν ἐμὴν δόξαν, εἰδέναι προσήκει ὡς οὐκ ἂν καὶ ἑτέρῳ μεταδῴην ταύτης, τίς δὲ ἦν ἡ δόξα τοῦ ταῦτα λέγοντος, προεδίδαξεν εἰπών· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὸ ὄνομα τοίνυν, δι’ οὗ δοξάζεται ὡς κύριος καὶ θεὸς τῶν ὅλων, ἑτέρῳ φησὶν οὐ δώσω, ἀλλ’ ἢ σοὶ μόνῳ, ὃν εἰς φῶς ἐθνῶν ἐδωρησάμην. ὅθεν ἀκολούθως τῇ ἐπαγγελίᾳ καὶ ὁ Χριστὸς τοῦ θεοῦ παρὰ πᾶσι τοῖς ἔθνεσι κύριος καὶ θεὸς ἀναγορεύεται τοῦ πατρὸς μόνῳ αὐτῷ ταύτην χαρισαμένου τὴν δόξαν. ἐπιλέγει δὲ ἑξῆς· οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὴν ὕμνησίν μου τοῖς γλυπτοῖς, κατὰ δὲ τὸν Σύμμαχον· οὐδὲ τὸν ἔπαινόν μου τοῖς γλυπτοῖς. διὰ τούτων δὲ οἶμαι τῶν λόγων πάντα τὰ ἔθνη παιδεύειν μηδένα μὲν θεὸν ὑμνεῖν τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν· μόνον δὲ τὸν Χριστὸν τοῦ θεοῦ καὶ τὸν πέμψαντα αὐτὸν πατέρα δοξάζειν. δι’ ὃν καὶ αὐτὸς ὁ Χριστὸς θεολογεῖται μόνος, ἐπειδήπερ μόνῳ αὐτῷ καὶ οὐδ’ ἄλλῳ τὴν δόξαν αὐτοῦ καὶ τὰς ἀρετὰς αὐτοῦ ὁ ἐπὶ πάντων θεὸς ἐδωρήσατο. Τούτοις ἑξῆς εἴρηται· τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· τὰ πρῶτά φησιν ἰδοὺ ἦλθε, καινὰ δὲ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν· ὥσπερ γὰρ τὰ πρῶτά φησιν ἐπληρώθη δι’ ἔργων, καθὼς γὰρ ἐπηγγειλάμην τῷ Ἀβραὰμ περὶ τοῦ σπέρματος αὐτοῦ, οὕτως καὶ ἐποίησα. ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν προηγορευμένα, οὕτω νῦν κἀγὼ εὐαγγελίζομαι τοῖς πᾶσί φησι καὶ πρὶν ἀναγγεῖλαι καὶ εἰς φανερὸν ἐλθεῖν διὰ ταύτης τῆς προφητείας ἀκουστὰ ὑμῖν ἐποίησα. τίνα δὲ ταῦτα, ἑξῆς διεξέρχεται λέγων.