Ancient Greek · ~46 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.23.1
Not analysed yet
Προειπὼν καινὰ ποιήσειν διὰ τῶν προρρηθέντων, τίνα ἂν εἴη τὰ καινά, διὰ τῶν προκειμένων διδάσκει, προστάττει δὴ καινὸν ὕμνον τῷ κυρίῳ ὑμνεῖν, ἢ καινὸν ᾄδειν ᾆσμα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τοῦτο δὲ χρῆναι ποιεῖν πάντας ἀνθρώπους, ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ φησι καὶ ἡ βασιλικὴ ἐξουσία δοξάζεται ἐν πάσῃ τῇ γῇ καὶ ἐπὶ τὸ ὄνομα αὐτοῦ μέχρι τῶν ἄκρων τῆς γῆς ἔφθασεν ὡς ἀπὸ τῆς τοῦ Χριστοῦ προσηγορίας Χριστιανῶν τὴν σύμπασαν πεπληρῶσθαι. κατὰ δὲ τὸν Σύμμαχον· ἡ αἴνεσις αὐτοῦ ἀπ’ ἄκρων τῆς γῆς. τὸ δὲ καινὸν ᾆσμα καὶ τὸν ὕμνον τὸν καινὸν τῷ κυρίῳ παρακελευσάμενος ὑμνεῖν, τίσι τὸ κήρυγμα προσφωνεῖ, διδάσκει ἑξῆς λέγων· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, ἄντικρυς τοὺς ἀποστόλους τοῦ σωτῆρος σημαίνων, οὓς παράγων παρὰ τὴν θάλασσαν εἶδε βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς, ὁμοίως δὲ καὶ τοὺς λοιπούς. τούτοις οὖν τὸ προφητικὸν ἀνεφώνει πνεῦμα λέγον· Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν. οἱ αὐτοὶ δὲ οὗτοι καὶ τὴν καθ’ ἡμᾶς περιπλέοντες θάλασσαν, ποτὲ μὲν ἐν ταῖς νήσοις ἐκήρυττον τὸ εὐαγγέλιον, ποτὲ δὲ διέβαινον ἐπέκεινα Σπανίας τε καὶ Ἰταλίας, ὡς ἐν ὀλίγῳ χρόνῳ καὶ αὐτὴν τὴν βασιλεύουσαν πόλιν πληρῶσαι τῆς τοῦ Χριστοῦ διδασκαλίας. καὶ ἄλλως δὲ οἱ τὴν τοῦ ἀνθρωπίνου βίου θάλασσαν ἐμπλέοντες καὶ πᾶσι τοῖς ἔθνεσιν ἐν μέσαις ταῖς νήσοις κηρύττοντες τὸ εὐαγγέλιον διὰ τῶν προκειμένων δηλοῦνται· ἐπεὶ καὶ οὗτοι τὸν καινὸν ὕμνον πᾶσι κατήγγελλον ἀνθρώποις ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες καὶ διδάσκοντες. διὸ ἑξῆς τούτοις τὸν καινὸν ὕμνον προστάττει ὑμνεῖν ταῖς νήσοις, δῆλον δ’ ὅτι ταῖς ἐκκλησίαις τοῦ θεοῦ ταῖς ὑπὸ τῆς προλεχθείσης θαλάσσης περιρρεομέναις καὶ πανταχόθεν ὑπὸ τῶν ἔξωθεν ἀνέμων καταπνεομέναις. διὸ ἐπιλέγει· αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς, τοὺς ἐν ταῖς ἐκκλησίαις συναγομένους τοῦτον ἐμφαίνων τὸν τρόπον. Εἶτα πάλιν τὴν ἔρημον, περὶ ἧς μυρία ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, εὐαγγελίζεται λέγων· εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ αἱ πόλεις αὐτῆς· πολλαὶ γὰρ πόλεις κατὰ τὰς διαφόρους πολιτείας ἐν τῇ ἐκκλησία τοῦ θεοῦ ἐπινοοῦνται, ὡς ἐδείκνυτο ἐν τῇ ὁράσει Αἰγύπτου, ἐν ᾗ ἐλέγοντο ἔσεσθαι πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ. ἀλλὰ καὶ τὰς ἐπαύλεις καὶ τοὺς οἰκοῦντας Κηδὰρ καὶ ἔτι πρὸς τούτοις τοὺς κατοικοῦντας Πέτραν εὐφρανθήσεσθαι ἐπαγγέλλεται. ἡ Κηδὰρ δὲ ἐπέκεινα τῆς Ἀραβίας τυγχάνει ἐπὶ τῆς ἐσχάτης ἐρήμου, ἣν κατέχειν φασὶ τὸ Σαρακηνῶν γένος, δι’ ὧν ὁ λόγος ἐβουλήθη πάντας τοὺς τὰς ἐρήμους καὶ τὰ ἔσχατα τῆς γῆς οἰκοῦντας δηλῶσαι, ὡς τῆς τοῦ θεοῦ λογικῆς εὐφροσύνης διὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ μέχρις ἡμῶν φθάνειν μελλούσης. καὶ Πέτρα δέ τίς ἐστι πόλις τῆς Παλαιστίνης δεισιδαιμόνων ἀνδρῶν καὶ πολλῇ τῇ πλάνῃ τῇ δαιμονικῇ βεβαπτισμένων, ἧς καὶ αὐτῆς τοὺς ἐνοίκους τῆς χάριτος μεταλήψεσθαί φησι λέγων· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν. τούτων δὲ τῶν λόγων τὴν ἀλήθειαν ἡ διὰ τῶν πραγμάτων ἔκβασις ἐπιστώσατο ἐκκλησιῶν Χριστοῦ καὶ ἐπ’ αὐτῆς τῆς Πετραίων πόλεως, κατά τε τὴν χώραν αὐτῆς καὶ ἐν ταῖς ἐρήμοις τῶν Σαρακηνῶν καθ’ ἡμᾶς αὐτοὺς ἱδρυμένων. καὶ ἄλλως δὲ Κηδὰρ ἑρμηνεύεται σκοτασμὸς διὰ τοὺς μεταβαλόντας ἀπὸ τοῦ σκοτασμοῦ ἐπὶ τὸ κατηγγελμένον φῶς τοῖς ἔθνεσιν. εὐφρανθήσεσθαι ὁ λόγος φησὶ καὶ τοὺς κατοικοῦντας δὲ Πέτραν ὁμοίως· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ὁμοῦ δὲ πάντας τούτους οὓς ἡ προφητεία κατέλεξεν ἐν ὕψει γενομένους καὶ ἐν τοῖς τοῦ θεοῦ μετεώροις λόγοις ὥσπερ ἐν ὄρεσι στάντας ἄνωθεν, πόθεν τῷ θεῷ ὑμνεῖν καὶ δώσειν αὐτῷ δόξαν, θεσπίζει λέγων· ἀπ’ ἄκρου τῶν ὀρέων φωνήσουσι καὶ δώσουσι τῷ θεῷ δόξαν. οὕτω δὲ καὶ ἀνωτέρω ἐλέγετο τό· ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ. Ἀλλὰ γὰρ ταῦτα τῇ ἐρήμῳ καὶ ταῖς νήσοις καὶ τῇ Κηδάρ, ἃ δὴ ὁμολογουμένως ἀλλότρια ἦν τοῦ Ἰουδαίων ἔθνους, ὁ λόγος ἐπαγγειλάμενος ἐπιφέρει ἑξῆς τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ σημαίνων ἐν τῷ λέγειν· κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, κατὰ δὲ τὸν Σύμμαχον· κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον ἐν σχήματι ἀνδρὸς προσελεύσεσθαί φησι καὶ δίκην ἀνδρὸς πολεμιστοῦ πολεμήσειν τοὺς ἐχθροὺς αὐτοῦ. εἶτ’ ἐπιλέγει· ἐπεγείρει ζῆλον, περὶ οὗ καὶ Μωϋσῆς ἐδίδαξεν εἰπὼν περὶ τοῦ Ἰουδαίων ἔθνους· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς· τοῦτον οὖν ἐκεῖνον τὸν ζῆλον ἐπεγείρει φησὶν εἰσποιούμενος μὲν καὶ ἐξοικειούμενος τὴν Κηδὰρ καὶ τὰς νήσους καὶ τὰ ἀλλόφυλα ἔθνη, ἀποσειόμενος δὲ καὶ ἀπωθούμενος τὸν Ἰουδαίων λαὸν καὶ τοῦτο πράττων μετὰ λογισμοῦ καὶ εὐλόγου ἀπολογίας. διὸ ἐπιλέγει· καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Οὐ γὰρ ἀλόγως αὐτοὺς πολεμήσει, ἀλλὰ μετὰ τοῦ τὴν αἰτίαν ἐξειπεῖν καὶ μετὰ μεγάλης βοῆς φανερὸν ποιήσει, ἣν καὶ διδάσκει λέγων· ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; ἐν γὰρ τῷ παρανομεῖν αὐτοὺς καὶ ἀσεβεῖν ἀνεξικακῶν καὶ φέρων αὐτοὺς τῇ αὐτοῦ μακροθυμίᾳ μηδὲ παραχρῆμα τὴν ὀργὴν αὐτοῖς ἐπάγων ἐσιώπησα. καὶ ἄλλως δὲ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συκοφαντούμενος ἐσιώπησε καὶ ψευδομαρτυρούμενος οὐδὲν ἀπεκρίνατο. ἀλλὰ τότε μέν φησιν ἐσιώπησα, οὐ μὴν καὶ ἀεὶ σιωπήσομαι· τότε δὲ καὶ ἐκαρτέρησα ὡς ἡ τίκτουσα, νυνὶ δὲ καιρὸς ἀνταποδόσεως, διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα, ἢ κατὰ τὸν Σύμμαχον· ἀναπνεύσω καὶ ἐκφυσήσω ὁμοῦ. Εἶτ’ ἐπιλέγει κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ, ὄρη καὶ βουνοὺς τοὺς ἄρχοντας τοῦ λαοῦ αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν. τὰ μὲν οὖν ἐπάρματα αὐτῶν καὶ τὰ ὕψη τῶν παρ’ αὐτοῖς ἀρχόντων καθελεῖν ἀπειλεῖ, τὸν δὲ χόρτον αὐτῶν ξηρανεῖν. καὶ ὅτι ταῦτα περὶ αὐτῶν λέγεται, οὐκ εἰς μακρὸν ὁ λόγος προϊὼν ἀποδείξει. ἔτι δὲ καὶ τοὺς ἐν αὐτοῖς ποταμούς, τὰς πάλαι ποταμῶν δίκην χορηγουμένας αὐτοῖς διδασκαλίας, θήσω φησὶν εἰς νῆσον· ἔτι δὲ καὶ τὰ παρ’ αὐτοῖς λιμνάζοντα ὑδάτων λογικῶν χωρία ὡς παραβάλλεσθαι ἕλεσι, καὶ ταῦτά φησι ξηρανῶ. Καὶ δὴ ταῦτα περὶ αὐτῶν ἀπειλήσας μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν τοῖς ἔθνεσιν δοθησομένην. διὸ ἐπιλέγει· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν· τίνες δὲ ἦσαν οὗτοι ἐδίδαξε διὰ τῶν ἔμπροσθεν εἰπὼν εἰς πρόσωπον τοῦ Χριστοῦ· ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ; τούτους δὴ οὖν αὐτοὺς τοὺς πάλαι τυφλοὺς ἐν τοῖς ἔθνεσιν, ἣν μὴ ἐγίνωσκον ὁδὸν βαδίσαι ποιήσειν ἐπαγγέλλεται. πόθεν γὰρ ἡμῖν γινώσκειν παρῆν τὴν κατὰ θεὸν ὁδὸν ἢ διὰ τῆς θείας αὐτοῦ χάριτος; ἐπεὶ δὲ ἑνικῶς εἴρηται κατὰ πάντας τοὺς ἑρμηνευτὰς τό· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν, παρίστησι δὲ ὁ σωτὴρ ταῦτα λέγων· ἐγώ εἰμι ἡ ὁδός . θέα ὅπως ὃν μὴ πρότερον ἠπιστάμεθα Χριστὸν καὶ τὸν λόγον αὐτοῦ τὸν σωτήριον ἡμῖν τοῖς τυφλοῖς ἐπαγγέλλεται, ἀλλὰ καὶ τρίβους, ἃς οὐκ ᾔδειμεν, τὰς προφητικὰς δηλαδὴ γραφὰς καὶ τοὺς βίους τοὺς ὑπὸ τῆς θείας διδασκαλίας ὑποβαλλομένους συνήσεσθαι ἡμᾶς φησι καὶ τὸ σκότος δὲ ποιήσειν ἡμῖν εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· τὴν γὰρ ἄγνοιαν τοῦ θεοῦ τὴν πάλαι ταῖς ψυχαῖς ἡμῶν ἐπιπολάζουσαν εἰς φῶς γνώσεως μεταβαλεῖσθαι καὶ τὰ πάλαι δὲ σκολιὰ ἡμῖν καὶ ἀσαφῆ νομιζόμενα τοῦ θεοῦ λόγια, καὶ ταῦτα ὁμαλὰ ποιήσειν ἐπαγγέλλεται. καὶ ἐπιφέρει· ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς, σφόδρα δὲ ἀπηκριβωμένως οὐχὶ λαλήσειν αὐτοῖς τὰ ῥήματα, ἀλλὰ ποιήσειν ἐπαγγέλλεται· πάλαι μὲν γὰρ παρὰ τοῖς προφήταις ἐλαλεῖτο ταῦτα, δι’ ἔργων δὲ αὐτὰ ἐπιτελέσειν ὑπισχνεῖται, καὶ οὐκ ἐγκαταλείψω αὐτούς φησιν. εἶτα ταῦτα εἰπὼν περὶ τῶν πάλαι τυφλῶν αὖθις ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μὲν ὄντας πλησίον τοῦ θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω τοὺς ἐκ περιτομῆς αἰνιττόμενος, περὶ ὧν φησιν· αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. εἶθ’ ὥσπερ ἐπιδεικνὺς αὐτοῖς τὴν τῶν ἐθνῶν μεταβολήν, καὶ ἐξ οἵας πλάνης μεταβεβλήκασιν εἰς φῶς ἐλθόντες ἀπὸ τοῦ σκότους, ὀνειδιστικῶς πρὸς ἐκείνους εἰδωλολατροῦντας ἐπιλέγει· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. καὶ γὰρ ἀληθῶς τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν μεταβεβληκότων εἰς θεοσέβειαν τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· διὸ καθ’ οὓς μὲν προεφητεύετο ταῦτα χρόνους εἰδωλολατρίαις προσεῖχον, ἐπαύσαντο δὲ νῦν αἰσχυνόμενοι διὰ τὴν τῶν ἐθνῶν μεταβολήν. ὅθεν προφητικῶς τοῦτ’ ἐδηλοῦτο ἐν τῷ λέγεσθαι· αἰσχυνθήσονται αἰσχύνην· ἐπειδὰν γάρ φησιν ἴδωσι τοὺς πάλαι τυφλοὺς μεταβαλόντας εἰς φῶς τὸ τηνικαῦτα καὶ αὐτοὶ αἰσχυνθήσονται καὶ παύσονται τοῦ λέγειν τοῖς χωνευτοῖς Ὑμεῖς θεοὶ ἡμῶν. Ταῦτα εἰπὼν ὁ λόγος ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ ἵνα μή τις ταῦτα νομίσειε περὶ τῶν ἐθνῶν λέγεσθαι τῶν πάλαι τυφλῶν καὶ κωφῶν, ἀναγκαίως διασαφεῖ καὶ ἑρμηνεύει τὴν διάνοιαν ἑξῆς ἐπιλέγων· καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; εἶτα κατὰ τὸν Σύμμαχον πρόσκειται· τίς τυφλὸς ὡς ὁ τέλειος; καὶ ἔτι μᾶλλον διερμηνεύει τὸν λόγον φάσκων· καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ, κατὰ δὲ τὸν Σύμμαχον· οἱ τυφλοί φησιν, ἀναβλέψατε, καὶ οἱ κωφοί, ἀκούσατε· τίς τυφλὸς εἰ μὴ ἂν ὁ δοῦλός μου καὶ κωφὸς ὡς ὁ ἄγγελός μου, ὃν ἀπέστειλα; τίς τυφλὸς ὡς ὁ τέλειος καὶ κωφὸς ὡς ὁ δοῦλός μου; ἰσοδυναμεῖ δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. δοῦλον δὲ αὐτοῦ τίνα λέγει ἢ τὸν ἐκ περιτομῆς λαὸν τὸν αὐτὸν δὲ καὶ ἄγγελον ὀνομάζει καὶ τέλειον καὶ δοῦλον κυρίου εἰς κατάκρισιν αὐτοῦ. ταῦτα λέγων ἐγὼ γὰρ καὶ δοῦλον καὶ τέλειον καὶ ἄγγελον ἐμαυτοῦ τὸν λαὸν τοῦτον ἐβουλήθην ἔχειν, οἱ δὲ ἐτυφλώθησαν. Πῶς δὲ τυφλοὶ καὶ κωφοὶ γεγόνασι, διεξέρχεται λέγων· εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. τοιαῦτα δὲ ἦν καὶ τὰ ἔμπροσθεν εἰρημένα ἐν τῷ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. κατὰ δὲ τὸν Σύμμαχον· εἶδές φησι πολλά, καὶ οὐ μὴ φυλάξεις· ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι νόμον καὶ θαυμάσαι. αὐτὸς δὲ λαὸς διηρπασμένος καὶ προνενομευμένος. ὁρᾷς ὅτι πάντα ταῦτα περὶ τοῦ λαοῦ εἴρηται τοῦ ἐκ περιτομῆς. ἀλλ’ ὁ μὲν κύριος ἐβούλετο ἵνα δικαιώσῃ αὐτὸν καὶ ἵνα μεγαλύνῃ αἴνεσιν· οἱ δὲ ἐξεδόθησαν τοῖς τὰς ψυχὰς αὐτῶν πολεμοῦσι καὶ γεγόνασι λαὸς διηρπασμένος καὶ προνενομευμένος· ἡ γὰρ παγὶς ἔνδον ἐν τοῖς ταμείοις τῶν ψυχῶν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν ἅμα. ἐν γὰρ αὐτοῖς τοῖς λογισμοῖς, οὓς ἔκρυπτον τὰ κατὰ τοῦ Χριστοῦ βουλευόμενοι ἐν αὐτοῖς ἐκείνοις ἦν ἡ κατ’ αὐτῶν παγίς, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος οὐδὲ ὁ ῥυόμενος οὐδὲ ὁ λέγων Ἀπόδος. Εἶτ’ ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἐν αὐτοῖς ἀκροατῶν φησι· Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, καὶ τίς εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; εἰ γὰρ καὶ μήπω ἐνέστηκεν ἡ τῶν πραγμάτων ἔκβασις, ἀλλ’ ἐν τοῖς ἐπιοῦσι χρόνοις ἐπιτελεσθήσεται. καὶ τίς ἄρα ἔσται ὁ ταῦτα νοήσων ἐν ὑμῖν; τίς ἐπιζητήσει τὸν αἴτιον τῆς ἁρπαγῆς τοῦ λαοῦ ὥστε εἰπεῖν· Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; εἰ δέ τις ζητήσειε τίς ὁ ταῦτα πράξας, εὕροι δ’ ἂν ὅτι οὐδ’ ἄλλος ἔδωκεν αὐτοὺς εἰς διαρπαγὴν ἢ αὐτός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι· καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς οὐχ ὑπήκουσαν, ἀλλ’ οὐδὲ ἀκούειν ἤθελον τοῦ νόμου τῆς καινῆς διαθήκης. διὸ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ’ αὐτοὺς πόλεμος. πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι αὖθις ἀνελάμβανον ἑαυτούς, ὡς καὶ τὴν Ἰερουσαλὴμ καὶ τὸ ἐν αὐτῇ βασίλειον αὐτῶν συνεστάναι· νῦν δὲ κατίσχυσεν αὐτῶν ὁ πόλεμος, οὐχ ὁ ἔξωθεν μόνος, ἀλλὰ καὶ ὁ τῶν τὰς ψυχὰς αὐτῶν πολιορκούντων. διὸ εἴρηται· καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ ταῦτα πάσχοντες οὐκ ἐνόησαν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, ὡς λογίσασθαι τὴν αἰτίαν τῶν κατειληφότων αὐτοὺς κακῶν.