Ancient Greek · ~35 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.24.1
Not analysed yet
Εἰ μεμνήμεθα τῶν ἀρτίως περὶ τοῦ ἐκ περιτομῆς λαοῦ εἰρημένων, οὓς τυφλοὺς καὶ κωφοὺς ἀπεκάλει ὁ λόγος λέγων· καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ πάλιν· καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν ὀργὴν καὶ θυμὸν καὶ πόλεμον ἐπάξειν αὐτοῖς ἠπείλει, τὰ παρόντα περὶ τῶν αὐτῶν οὔποτ’ ἂν λέγεσθαι ἡγησόμεθα. μεταβαίνει τοιγαροῦν ὁ λόγος ἐπὶ τὸ κρεῖττον τάγμα τῶν ἀπὸ τοῦ λαοῦ τὸν σωτήριον λόγον παραδεδεγμένων καὶ τούτοις προσφωνεῖ φάσκων· Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ἰακώβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ. εἰ γὰρ καὶ τὰ μάλιστα οἱ ἐξ ὑμῶν ἄπιστοι τυφλοὶ καὶ κωφοὶ γενόμενοι καὶ τοιαῦτα πράξαντες τῇ ὀργῇ τοῦ θεοῦ παρεδόθησαν, ἀλλ’ ὑμεῖς ἔτι καὶ νῦν ἀκούσατε. ὑμᾶς δὲ λέγω τοὺς τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην μὴ ἀγνοήσαντας, ἀλλὰ καὶ τὸ ποίημα τὸ ἐν ὑμῖν καὶ τὸ πλάσμα σῶον καὶ ἀλώβητον διατηρήσαντας. πρὸς σὲ τοιγαροῦν τὸν ἀληθῶς Ἰακὼβ καὶ τὸν ἄξιον τῆς τοῦ Ἰσραὴλ προσηγορίας ὁ ποιήσας σε τὰ προκείμενα διεξέρχεται καὶ πρὸς σὲ ταῦτά φησι· πολλοὶ μὲν οἱ διαφθονούμενοι τῇ σῇ σωτηρίᾳ καὶ τὸν ὑπὸ σοῦ κηρυττόμενον εὐαγγελικὸν λόγον κωλῦσαι παραθησόμενοι, ἀλλὰ τούτων μηδένα φοβεῖσθαι παρακελεύομαί σοι. αὐτὸς γὰρ ἐγὼ κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε, ποιήσας μὲν κατὰ ψυχὴν τὴν κατ’ εἰκόνα θεοῦ πεποιημένην, πλάσας δὲ κατὰ τὸ σῶμα τὸ ἀπὸ γῆς ληφθὲν καὶ ὑπ’ ἐμοῦ πεπλασμένον· λύτρον ὑπὲρ τῆς σῆς σωτηρίας τὸ ἐμαυτοῦ παραδοὺς αἷμα ἐλυτρωσάμην σε καὶ ἐκάλεσά σε· ἀλλὰ καὶ κτῆμα ἐμαυτοῦ ἐποιησάμην σε, ὥστε εἶναί σε μὲν ἐμὸν λαόν, κἀμὲ δὲ σοῦ αὐτοῦ θεόν. θάρσει τοιγαροῦν τοσούτων παρ’ ἐμοῦ κατηξιωμένος καὶ βάδιζε τὴν ὁδὸν ἣν ἐκελεύσθης, θαρρῶν τε κήρυττε πᾶσι τοῖς ἁπανταχοῦ γῆς ἔθνεσι τὸν εὐαγγελικὸν λόγον· κἂν γὰρ πῦρ φλέγον ἐπίῃ κἂν ὕδατα καὶ ποταμοὶ ἐπικλύζωσιν, οὐδέν σε ταῦτα λυπήσει διὰ τὸ ἐμὲ σοὶ πανταχοῦ εἶναι. ἀψευδῶς γὰρ ἐπηγγειλάμην τό· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ τοῦτο δὲ ἴσθι, ὥσπερ ἐγώ σε τὸν ἐμαυτοῦ λαὸν ἐλυτρωσάμην τὸ τίμιόν μου αἷμα ὑπὲρ τῆς σῆς σωτηρίας παραδούς, οὕτω καὶ σὺ ἐκείνων ἔσῃ ἄλλαγμα, λέγω δὲ τῶν διὰ σοῦ σωθησομένων ἐθνῶν, ἐν οἷς ἔσονται Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ τὴν Συήνην οἰκοῦντες, ἀνθ’ οὗ καὶ Σαβὰ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. ὁ δὲ Σύμμαχος· ἔδωκά φησιν ἐξιλασμόν σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σαβὰ ἀντὶ σοῦ. οὕτω γὰρ παρ’ ἐμοὶ γέγονας τίμιος καὶ οὕτως ἐναντίον μου ἐδοξάσθης, καὶ οὕτως ἠγάπησά σε, ὡς καὶ μέχρι τῶν ἐσχατιῶν γῆς φθάσαι τὴν διὰ σοῦ πᾶσιν ἀνθρώποις προξενουμένην κατὰ θεὸν σωτηρίαν· καὶ ὡς αὐτοὺς τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους τῆς διὰ σοῦ κλήσεως καταξιωθῆναι. διὰ μὲν οὖν τῶν Αἰγυπτίων πάντας ᾐνίξατο τοὺς δεισιδαίμονας καὶ εἰδωλολάτρας, διὰ δὲ τῆς Αἰθιοπίας καὶ Συήνης τοὺς μέχρι τῶν ἐσχατιῶν τῆς καθ’ ἡμᾶς οἰκουμένης οἰκοῦντας. ἐὰν δὲ ἡ καὶ Σαβὰ μνημονεύεται, ἰστέον ὥς ἐστι Σαβαϊτῶν ἔθνος, ὅθεν βασίλισσα Σαβὰ ἐπεδήμει κατὰ τοὺς Σολομῶντος χρόνους. τούτους μὲν οὖν ἀντὶ σοῦ φησιν ἢ ὑπὲρ σοῦ πάντας οἰκείους ἐκτησάμην, τοὺς δὲ σὲ πολεμοῦντας διὰ τὸν ὑπὸ σοῦ καταγγελλόμενον λόγον ἀπωλείᾳ παραδώσω. Διόπερ θαρσεῖν σοι παρακελεύομαι ὡς ἂν ἐμοῦ διὰ παντὸς συνόντος σοι, καὶ τὰ σπέρματα δέ, ἃ καθ’ ὅλης τῆς οἰκουμένης ἔσπειρας, πολλὰ τέκνα κατὰ θεὸν γεννήσας συνάξω εἰς τὴν ἐπουράνιόν μου πόλιν μετεώρους αὐτοὺς ἀναλαβὼν δι’ ἀέρος ὥσπερ πτηνοῖς ἀνέμοις ὑποκουφιζομένους, λέγω δὲ ἀγγελικαῖς δυνάμεσι. καὶ τοὺς μὲν ἀπὸ βορρᾶ παραλήψομαι, τοὺς δὲ ἀπὸ λιβός, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀπὸ νότου· ἐγὼ γὰρ αὐτοῖς τοῦτο ποιεῖν προστάξω διὰ τὸ ἐμοὺς εἶναι υἱοὺς καὶ θυγατέρας ἐμὰς τοὺς δι’ ὑμῶν σπαρέντας καὶ ἀναγεννηθέντας ἐν τῇ ἐμῇ ἐκκλησίᾳ. Εἰ δὲ δεῖ τούτους ὀνομαστὶ τίνες εἶεν δηλῶσαι, ἐντεῦθεν ἤδη τοῖς πᾶσι φανερὸν ποιῶ, ὡς ἄρα οὗτοί εἰσιν οἱ ἐπικληθησόμενοι τῷ ὀνόματί μου. πόθεν δὲ ἄλλοθεν ὑπέστη τὸ Χριστιανῶν ὄνομα ἢ ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας; αὐτὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα θεσπίζων. ἀντὶ δὲ τοῦ· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτόν, οἱ λοιποὶ ἑρμηνευταί· εἰς δόξαν μού φησιν ἔκτισα αὐτόν· τοῦτον γὰρ τὸν νέον λαὸν εἰς δόξαν ἔκτισα πρὸς τὸ δοξάζεσθαί με δι’ αὐτοῦ, ἀλλὰ καὶ ἔπλασα αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις. Καὶ ἐξήγαγον δὲ αὐτὸν πρότερον ὄντα φησὶν ἐν σκότῳ καὶ λαὸν ὄντα τυφλόν· εἰ γὰρ καὶ ἐδόκουν ὀφθαλμοὺς ἔχειν ψυχῆς καί τινα ἀνθρωπίνην φρόνησιν, ἀλλ’ ὅμως ἦσαν ἀβλεπτοῦντες περὶ τὴν πλάνην τῆς εἰδωλολατρίας. τούτοις ἑξῆς εἴρηται· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. καὶ τούτου δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα ἡ τῶν πραγμάτων ἐνέργεια παρίστησι· διὰ γὰρ τῶν ἀποστολικῶν σπερμάτων καὶ τῆς διδασκαλίας αὐτῶν μεταβαλόντες οἱ πάλαι τυφλοὶ καὶ κωφοὶ συνήχθησαν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἤδη δὲ καὶ ἄρχοντες ἐξ αὐτῶν τούτων τῶν ἐθνῶν ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατέστησαν. ταῦτ’ εἰπὼν ὁ προφήτης θαύματος καὶ ἐκπλήξεως ἐφ’ οἷς ἐθέσπισε πληρωθεὶς ἀνεφώνει λέγων· Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. τίς ἄρα ἔσται φησὶν ὁ μέλλων τούτων τῶν λόγων τὰς ἐκβάσεις ὀφθαλμοῖς ποτε ὁρᾶν, τίνες δὲ οἱ μάρτυρες τῶν ἀποτελεσμάτων ἡκέτωσαν, δικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ ὁ θεὸς μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, περὶ οὗ ἀνωτέρω ἔλεγεν· ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἐγὼ τοίνυν αὐτὸς ὁ θεός, καὶ ὁ παῖς οὗτος ὁ ἐκλεκτός μου. ὃ δὴ καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ἐδήλου λέγων· ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. μαρτυρήσω τοῖς ἐμοῖς μάρτυσιν, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ’ ἐμὲ οὐκ ἔσται. τὸ γὰρ αἴτιον τῆς τοῦ Χριστοῦ παρουσίας καὶ τῆς τῶν ἀποστόλων αὐτοῦ εἰς πάντα τὰ ἔθνη μαρτυρίας οὐδὲν ἕτερον ἦν ἢ τὸ κηρύξαι τὴν τοῦ ἐπὶ πάντων θεοῦ γνῶσιν καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ τὴν περὶ αὐτοῦ σύνεσιν τοῖς πρὶν ἀσυνέτοις καὶ ἀσυνθέτοις καὶ ἀπίστοις καὶ ἐν ἀγνωσίᾳ οὖσιν αὐτοῦ καὶ διὰ τοῦτο τυφλώττειν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ περὶ τὴν πλάνην τῆς ἀθέου εἰδωλολατρίας εἱλεῖσθαι. διὸ προφήσας· γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἐπήγαγεν· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ’ ἐμὲ οὐκ ἔσται. μιᾶς γὰρ οὔσης ἀρχῆς μία εἴη ἂν θεότης, ᾗ συμπαραλαμβάνεται καὶ ἡ τοῦ μονογενοῦς αὐτοῦ θεολογία. ἐπιμένων δὲ ὁ λόγος τῇ αὐτῇ διδασκαλίᾳ ἐπιφέρει· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. ταῦτα δὲ φάσκει προειπὼν διὰ τῶν ἔμπροσθεν τό· κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ὡς ἂν μὴ ἁμαρτεῖν καὶ ἐπὶ τοῦ παρόντος τὸν τῇ προκειμένῃ θεολογίᾳ συνάπτοντα τὸν περὶ τοῦ παιδός, ὃν ἐξελέξατο, λόγον· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ὡς γὰρ μάρτυς αὐτὸς ἐλέγετο, καὶ ὁ παῖς, ὃν ἐξελέξατο, οὕτως καὶ θεὸς σῴζων εἴη ἂν οὗτος, καὶ ὁ παῖς, ὃν ἐξελέξατο. ἐὰν δὲ λέγῃ· πάρεξ ἐμοῦ σῴζων οὐκ ἔστιν, οὐκ ἀπαγορεύων τὸν σωτῆρα εἶναι τὸν παῖδα, ὃν ἐξελέξατο, τοῦτ’ ἂν εἴποι· οἶδε γοῦν αὐτὸν σωτῆρα ὁ παρὼν προφήτης, ἐν οἷς φησι· καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. ἀλλ’ εἰ καὶ σῴζει οἷα σωτὴρ ὁ παῖς, ὃν ἐξελεξάμην φησίν, ἀλλ’ οὐ πάρεξ ἐμοῦ σῴζει, μετ’ ἐμῆς δὲ γνώμης καὶ ἐξ ἐμοῦ νεύματος· δίχα γὰρ τῆς ἐμῆς βουλῆς καὶ πάρεξ ἐμοῦ οὐκ ἔστι τις σῴζων. Καὶ ταῦτα δέ φησιν ἐγὼ αὐτὸς ὁ θεὸς προαπήγγειλα διὰ τῶν ἐμῶν προφητῶν, ἀκολούθως τε τοῖς ἐμαυτοῦ λόγοις ἔσωσα τοὺς ἀξίους σωτηρίας διὰ τοῦ ἐμοῦ παιδός. ἀντὶ δὲ τοῦ ὠνείδισα οἱ λοιποὶ ἑρμηνευταὶ πάντες καὶ ἠκούτισα εἰρήκασι. προλαβὼν γὰρ ταῦτα ἀκουστὰ ἐποίησα μόνος ὢν ἐν ὑμῖν θεὸς μὴ ὄντος τινὸς ἀλλοτρίου μηδὲ ἀπεξενωμένου. καὶ τούτων δὲ ὑμεῖς μάρτυρες, ὡς οὐδεὶς ἦν ξένος οὐδὲ ἀλλότριος ἐν ὑμῖν, ὅτε ταῦτα ἐθέσπιζεν διὰ τῶν ἐμῶν προφητῶν. μάρτυς δὲ ἤμην κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. οὐκοῦν ὅτε ταῦτα ἐθέσπιζε συνῆν αὐτῷ, ἦν ἐξ ἐκείνου καὶ σὺν αὐτῷ ταῦτα, διὰ τῶν προφητῶν ἐμαρτύρετο ὁ παῖς, ὃν ἐξελέξατο. Διαρρήδην δ’ ἐν τούτοις ὁ λόγος προϋπάρχειν τῆς ἐνανθρωπήσεως τὸν Χριστὸν καὶ τῷ πατρὶ συνεῖναι παρίστησιν, ἀλλ’ ἀπ’ ἀρχῆς ταῦτά φησιν ὁρίσας ἵστημι τὴν ἐμαυτοῦ βουλήν, καὶ οὐκ ἔστιν ὁ δυνάμενος αὐτὴν παραγαγεῖν ἢ παρατρέψαι· ὅτε γὰρ μή ἐστι μηδ’ ὑπάρχει ἕτερος θεός, δῆλον ὡς οὐκ ἔσται ὁ δυνάμενος ἐκ τῶν χειρῶν μου ἐξαιρεῖσθαι οὐδὲ ἀνατρέψαι τὰ ὑπ’ ἐμοῦ ὡρισμένα. ταῦτα δὲ λέλεκται μὲν εἰς πρόσωπον τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραήλ, ἀναφέρεται δὲ ἐπὶ τὸν χορὸν τὸν ἀποστολικόν. διήκει δὲ ὁ λόγος καὶ ἐπὶ πάντας τοὺς ἀπὸ τοῦ Ἰουδαίων γένους τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένους.