Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.25.1
Not analysed yet
Ὁ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστι· πάλαι μὲν τὰς ἐμὰς παρέχων εὐεργεσίας τῷ Ἰουδαίων ἔθνει, παιδεύων μὲν αὐτοὺς καὶ σωφρονίζων Βαβυλωνίοις παρέδωκα, οὐκ εἰς μακρὸν δὲ ἐλευθέρους ἀνῆκα τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ἅτε θεὸς ὢν καὶ κύριος τῶν ὅλων. αὐτούς τε Βαβυλωνίους τοὺς ἐπιβάντας τῇ Ἰερουσαλὴμ ἀναστάτους ἐποίησα ὡς καὶ φυγῇ χρήσασθαι τοὺς παρ’ αὐτοῖς Χαλδαίους, δεσμίους τε ἀχθῆναί τινας αὐτῶν πλοίοις ἐμβληθέντας ἐν τῇ παρ’ αὐτοῖς θαλάσσῃ ὑφ’ ἑτέρων τινῶν πολεμίων δυνάμεων κραταιοτέρων αὐτῶν. ταῦτα ἐγὼ διεπραξάμην ὁ θεὸς δεικνὺς τὴν ἐμὴν βασιλείαν ἀνθρώποις. ἀντὶ δὲ τοῦ· ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· ἐγώ φησι κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ βασιλεὺς ὑμῶν. ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν Βαβυλωνίων καὶ τῶν Χαλδαίων διεπραξάμην, προφητικῶς δὲ ταῦτα μήπω γενόμενα μέλλοντα δὲ ἔσεσθαι ὡς ἂν ἤδη πεπραγμένα παρ’ αὐτῷ ὁ θεὸς διῆλθεν, ἀλλὰ καὶ ἔτι πρότερον ἐν τοῖς παλαιοτάτοις χρόνοις φησὶ τὴν ἐμαυτοῦ θεότητα τοῖς ἐν Αἰγύπτῳ δεικνὺς διήγαγον τὸν ἐμαυτοῦ λαὸν διὰ τῆς ἐρυθρᾶς θαλάσσης ποιήσας δίοδον ἐν ὕδατι ἰσχυρῷ καὶ τρίβον ξηρὰν δι’ αὐτῆς τῆς θαλάσσης, ὅτε καὶ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψα εἰς θάλασσαν ὡς κοιμηθῆναι αὐτοὺς δύντας κατὰ τοῦ βυθοῦ καὶ μηκέτ’ ἀναστῆναι, οἵτινες ἐοικότες πάλαι πρότερον φλέγοντι πυρὶ γεγόνασιν ὡς λίνον ἐσβεσμένον. ταῦτα μὲν οὖν εἰργασάμην ἐν τοῖς πρόπαλαι μνημονευομένοις χρόνοις, καὶ ταῦτ’ ἦν τὰ θαυμαζόμενα καὶ διὰ στόματος μνημονευόμενα παρὰ τοῖς παλαιοῖς, νυνὶ δὲ ἐπὶ τοῦ παρόντος παραινῶ μηκέτι θαυμάζειν ἐκεῖνα μήτε τὰ ἐν Βαβυλῶνι πεπραγμένα μήτε τὰ ἐν Αἰγύπτῳ. διό φημι· Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε, ἢ κατὰ τὸν Σύμμαχον· μὴ ἐννοεῖσθε. Διὰ τί δὲ οὐ βούλομαι ἐκεῖνα τοῦ λοιποῦ θαυμάζειν ὑμᾶς ἢ ὅτι ἕτερά τινα καινότερα θαύματα οὐ λειπόμενα τῶν παλαιῶν ἐκείνων φωτὸς δίκην ἀνατελεῖ εἰς πάντας ἀνθρώπους, ἃ καὶ κατὰ τὸν καιρὸν γνώσεσθε. τίνα δὲ ἔστι ταῦτα· ἐν τῇ ἐρήμῳ φησὶ ποιήσω ὁδόν; δηλοῖ δὲ πάλιν τὴν ἐν τοῖς ἔθνεσι συστησομένην ἐκκλησίαν, ἥτις ἔρημος ἦν θεοῦ γνώσεως, πρὶν ἐπιδημῆσαι τὸν Χριστὸν τοῦ θεοῦ τὸν εἰπόντα· ἐγώ εἰμι ἡ ὁδός . ἀλλ’ ἐν ἐκείνῃ φησὶ τῇ πάλαι ἐρήμῳ ὁδὸν ποιήσω, ὥσπερ καὶ πρότερον ἐπὶ τῆς ἐρυθρᾶς πεποίηκα θαλάσσης. ῥεύσουσι δὲ καὶ ποταμοὶ θείων λογίων ἐκ διδασκαλίας ἁγίου πνεύματος εἰς τὴν πάλαι ἄνυδρον, ὡς καὶ ἐπὶ Μωϋσέως ἔρρευσαν ἐν τῇ ἐρήμῳ ποταμοί, ἀλλ’ ἐκεῖ μὲν ὕδατος σωματικοῦ ῥευστῆς οὐσίας ὄντος καὶ φθαρτοῦ, νυνὶ δὲ ἐκ τῆς ἐνθέου χορηγίας τοῦ λογικοῦ καὶ πνευματικοῦ ὕδατος. ἐπειδὰν δὲ ὁδὸς ἐν τῇ ἐρήμῳ γένηται καὶ ποταμοὶ ἐμῶν πηγῶν τὴν ἄνυδρον χώραν κατακλύσωσι, περὶ ὧν πηγῶν ἀνωτέρω ἐλέγετο· καὶ πίεσθε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, τὸ τηνικαῦτα τὰ θηρία τοῦ ἀγροῦ, αἱ ἀπηγριωμέναι ψυχαὶ μεταβληθήσονται τῆς θηριώδους καταστάσεως ἐκ τῆς τοῦ ποταμοῦ δυνάμεως ἀλλοιωθεῖσαι, ὡς αὐτοὺς τοὺς πάλαι θῆρας εὐλογῆσαί με, ὅπερ οὐ γέγονεν ἐξ αἰῶνος πώποτε· οὔτε γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ οὔτε ἐπὶ τῆς Αἰγύπτου οὔτε κατὰ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου οὔτ’ ἐπὶ τῆς ἐν Βαβυλῶνι διατριβῆς ἱστόρηταί τι τοιοῦτον γεγονός. εἰ δὲ καὶ σειρῆνές τινες ἦσαν θέλγουσαι ἡδονῇ καὶ ᾄσματι δαιμονικῷ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ποιητῶν πλάσμασιν εὐεπείᾳ λόγων κεκοσμημένοις, ἀλλὰ καὶ αὗται μεταβαλοῦσαι εὐλογήσουσί με. ἔτι μὴν καὶ θυγατέρες στρουθῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ στρουθοκάμηλοι, ζῷον ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις γινόμενον καὶ αὐτὸ ἡμερωθὲν εὐλογεῖν ἐμὲ τὸν θεὸν μαθήσεται. τούτων δὲ αἴτιον ἔσται τὸ ὑπ’ ἐμοῦ δοθὲν ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ἡ τῶν ποταμῶν δύναμις τῶν ἐν τῇ ἐρήμῳ ῥευσάντων. ἐπειδὰν δὲ οἱ ἄγριοι θῆρες καὶ αἱ σειρῆνες καὶ οἱ στρουθοὶ ἐμπιόντες τοῦ ἐμοῦ ὕδατος εἰς ἥμερον καὶ λογικὴν μεταβάλωσι φύσιν, μαθήσονται, ἅτε δὴ λαός μου καὶ γένος μου ἐκλεκτὸν γενόμενοι τὰς ἀρετάς μου διηγήσασθαι, ἢ τὸν ὕμνον μου κατὰ τὸν Σύμμαχον. Τούτων δὲ οὕτως παραδόξως ἀποτελεσθέντων, ἴσθι σύ, ὦ Ἰακώβ, ὡς οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως τότε, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· καὶ οὐκ ἐμὲ ἐκάλεσας Ἰακώβ. οἱ μὲν γὰρ θῆρες οἱ ἄγριοι καὶ αἱ σειρῆνες καὶ αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσί με· σὺ δὲ, ὦ Ἰακώβ, οὐδὲν τοιοῦτο διεπράξω, ἀλλ’ οὐδὲ ἠξίωσας ἐπικαλέσασθαί με, ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ὅτι ἐκοπίασας ἐν ἐμοί, καίτοι ἐμοῦ μὴ ποιήσαντός σε κοπιάσαι. ὅσα γοῦν καὶ ἐνομίζετο κόπους σοι παρέχειν, ταῦτα παρῄτημαι ἤδη καὶ πρότερον εἰπών· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. ἀλλ’ οὐδὲ θυμίαμα οὐδὲ λίβανον οὐδὲ θυσίας οὔτ’ ἔτι τῶν τοιούτων ᾔτησα παρὰ σοῦ ἐν τοῖς τῆς καινῆς διαθήκης νόμοις, οἷς διεταξάμην διὰ τοῦ παιδός μου, ὃν ἐξελεξάμην, ἀλλ’ οὐδὲ σὺ ταῦτά μοι προσήνεγκας. εἰ δὲ χρὴ τἀληθῆ λέγειν, ἕτερα ἀνθ’ ἑτέρων ἔπραξας· ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστην σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐν ταῖς ἁμαρτίαις σου ἐκάλεσάς με καὶ ἐν ταῖς ἀδικίαις σου. ὁρᾷς ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ μὲν ἐρήμῳ καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ’ ἀσεβείαις ἐλέγχει, ὃν Ἰακὼβ καλεῖ νῦν καὶ Ἰσραήλ· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε δοῦλον αὐτοῦ οὔτε ἐκλεκτὸν εἰπών, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος. Πλὴν οὖν ἀπελέγξας τοὺς διαβεβλημένους παρορμᾷ καὶ προτρέπει αὐτοὺς ἐπιστρέφειν, συγχωρήσειν τε αὐτοῖς τὰ ἁμαρτήματα ἐπιστρέψασι. διό φησιν· ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι. σὺ δὲ μνήσθητι, ἐν οἷς γέγονας· καλὴ γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι’ ἐξομολογήσεως ἐξαγορευομένη. διὸ ἐπιφέρει· λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου· τοῦτο γὰρ ποιῶν δικαιωθήσῃ, ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. ἴσθι γε μήν, ὡς ἐκ πατέρων ἁμαρτωλὸς πέφυκας, καὶ οἱ ἄρχοντές σου οἱ κατὰ καιροὺς γενόμενοι ἠσέβησαν εἰς ἐμέ. ἀντὶ δὲ τοῦ· καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ οἱ ἑρμηνεῖς σου ἐκδεδώκασιν. εἶτά φησι· καὶ οἱ ἄρχοντές σου ἐμίαναν τὰ ἅγιά μου. τρία δὲ τάγματα ἐν τούτοις τίθησι· πατέρας καὶ ἑρμηνεῖς καὶ ἄρχοντας, ἄρχοντας μὲν τοὺς καθηγουμένους τοῦ ἔθνους δηλῶν, ἑρμηνεῖς δὲ τοὺς ἐξηγητὰς τῶν θείων γραφῶν, πατέρας δὲ τοὺς ἐν αὐτοῖς ἡλικίᾳ καὶ χρόνῳ παλαιοτέρους, οὓς δὴ πάντας ἠσεβηκέναι εἰπὼν αἰτίους γεγονέναι παρίστησι τῆς τοῦ Ἰακὼβ ἀπωλείας. δι’ αὐτοὺς γάρ φησιν· ἔδωκα τοῦ ἀπολέσαι τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εἰς ὀνειδισμόν, ἢ εἰς βλασφημίας κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Πάλιν δὲ κἀνταῦθα Ἰακὼβ καὶ Ἰσραὴλ δίχα τινὸς προσθήκης τοὺς διαβεβλημένους ὠνόμασε, τοὺς δὲ ἑξῆς ἐπιφερομένους οὐκέτ’ ὁμοίως, ἀλλὰ μετὰ τῆς συνήθους προσθήκης. διὸ ἐπιλέγει· νῦν δὲ ἄκουσον, Ἰακὼβ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην, δι’ ὧν τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀνακαλεῖται . οἷς καὶ προσφωνεῖ λέγων· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ κοιλίας ἔτι βοηθῶν σοι. τί οὖν φησι πρὸς αὐτούς· Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ὁ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, καὶ πῶς διασαφεῖ λέγων· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. διὰ γὰρ τοῦ πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον καὶ πνευματικὸν ὕδωρ τῇ ἀνύδρῳ καὶ ἐρήμῳ χορηγήσειν ἔμελλε. σπέρμα δὲ τῶν ἀποστόλων αἱ ἐκκλησίαι τοῦ θεοῦ καὶ τέκνα αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες, οἳ καὶ ἀνατελοῦσί φησιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον χλόης ὡς ἰτέαι ἐπὶ ῥέον ὕδωρ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀνὰ μέσον χλόης ἐπὶ ῥέον ὕδωρ. καὶ ἐνταῦθα δὲ τὴν ἰτέαν παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ῥευσόντων. Τοσαύτη δέ τις ἔσται τότε προκοπὴ καὶ κατόρθωσις θεοσεβείας τῶν πάλαι τὴν ἄνυδρον καὶ τὴν ἔρημον οἰκούντων ὡς προστρέχειν τῷ θεῷ τοὺς πάντας, εἶθ’ ὥσπερ ἐν δρόμῳ προαρπάζειν τὴν τοῦ θεοῦ χάριν καὶ τὸν μὲν λέγειν Τοῦ θεοῦ εἰμι, ἕτερον δὲ ἐπιγράφεσθαι τὸ τοῦ Ἰακὼβ ὄνομα, καίτοι μὴ ὄντα ἐξ αὐτοῦ, ἀπὸ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου ὁρμώμενον ὅμως ἐπιβοήσεται τὴν προσηγορίαν τοῦ πάλαι χρηματίσαντος λαοῦ τοῦ θεοῦ. διὸ εἴρηται· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, ἢ κατὰ τὸν Σύμμαχον· κληθήσεται τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ λέγων Τοῦ θεοῦ εἰμι, καὶ πάλιν ἕτερος ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραὴλ βοήσεται ,σεμνύνει ἑαυτὸν λέγων εἶναι Ἰσραήλ. θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ὡς αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. ἐν γοῦν τοῖς καθ’ ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν Ἰακὼβ ἐκάλει καὶ ἕτερος Ἰσραήλ, ἄλλος δὲ Ἰερεμίαν καὶ Ἠσαΐαν ἕτερος καὶ Δανιὴλ πάλιν ἄλλος· τοιαῦτα γοῦν ἐπιγραφόμενοι ὀνόματα ἐπὶ τὸ μαρτύριον τοῦ θεοῦ σὺν πολλῷ θάρσει καὶ παρρησίᾳ παρῄεσαν. ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται.