Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.26.1
Not analysed yet
Περιγράψας ὁ λόγος τὴν προτέραν ὑπόθεσιν εὐαγγελικὴν οὖσαν διὰ τὸ θεσπίζειν τὴν εἰς ἀνθρώπους ἐπίλαμψιν τοῦ ἐκλεκτοῦ τοῦ θεοῦ καὶ εὐαγγελίζεσθαι τὰ κάλλιστα τῇ πάλαι ποτὲ ἀνύδρῳ καὶ ἐρήμῳ τῶν ἐθνῶν χώρᾳ, ἐξ ἑτέρας ἀρχῆς τὸν λόγον ἐνταῦθα ποιεῖται πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους, πρὸς οὕς φησιν· Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς Ἰσραήλ. ποίου δὲ Ἰσραὴλ βασιλέα αὐτὸν λέγει, διασαφεῖ ἑξῆς ἐπιφέρων· καὶ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαώθ, διδάσκων ὡς μόνου τοῦ ῥυσθέντος Ἰσραὴλ γένοιτ’ ἂν βασιλεύς, οὐχὶ δὲ τῶν κατηγορουμένων ἐπὶ εἰδωλολατρίᾳ. τούτοις δὲ αὐτοῖς ὡς ἂν ταπεινοῖς τὰς φρένας καὶ ἐπτοημένοις ἔτι τότε περὶ τὴν εἰδωλολατρίαν ἔλεγχον προσάγει τῆς πλάνης παραινῶν καὶ διδάσκων μηδ’ ἕτερον ἡγεῖσθαι θεὸν ἢ μόνον αὐτὸν τῷ μηδὲ εἶναι μηδὲ μετ’ αὐτὸν ἕτερον. διό φησιν· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστι θεός. ἔνθα πάλιν προσήκει παρατιθέναι καὶ συνάπτειν τό· καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. ἅπαξ γὰρ εἰρημένου διὰ τῶν ἔμπροσθεν τοῦ λόγου ἡμᾶς χρὴ μνημονεύοντας αὐτοῦ ἐφ’ ἑκάστῃ θεολογίᾳ τὸν αὐτὸν συμπαραλαμβάνειν λόγον· τὸ γὰρ εἰρημένον ἅπαξ καὶ μεμαρτυρημένον ὑπὸ τοῦ θεοῦ εἴρηται ἀληθῶς, τὸ δ’ ἀληθῶς λελεγμένον πανταχοῦ περιλαμβανόμενον ἀληθές ἐστι. τίς δὲ ἦν ὁ παῖς, ὃν ἐξελέξατο ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι καὶ τὰ τούτοις ἑπόμενα, δι’ ὧν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρίστη; ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἔμπροσθεν παντοίαις ἀποδείξεσι παρέστη, πρὸς δέ γε τοὺς ἐμμένοντας τῇ εἰδωλολάτρῳ πλάνῃ καὶ πολλοὺς θεοὺς ὑπειληφότας εἶναι ὁ παρὼν λόγος διδασκαλίαν ἐκτίθεται τοῦ πλὴν ἑνὸς μηδένα ἕτερον θεὸν ἡγεῖσθαι· ἓν γὰρ τὸ ἀγέννητον καὶ μία ἡ κατὰ πάντων μοναρχικὴ ἐξουσία. εἰ δὲ καὶ ὁ λόγος τοῦ θεοῦ συμπεριλαμβάνεται τῇ τοῦ πατρὸς θεολογίᾳ· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, ἀλλ’ οὐκ ἦν εὔκαιρον τοῖς ἔτι ἐπτοημένοις περὶ τὰ ξόανα καὶ ἀγάλματα καὶ τὴν ἄψυχον ὕλην ἀνακαλύπτειν τὸ περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ μυστήριον. διὸ τοῦτο μὲν ἐταμιεύετο εἰς τὴν αὐτοῦ τοῦ υἱοῦ παρουσίαν καὶ τὴν δι’ αὐτοῦ πᾶσι τοῖς μηκέτ’ εἰδωλολατροῦσι δωρηθεῖσαν χάριν, τοῖς γε μὴν ἔτι πλανωμένοις ἐν τῇ περὶ πλειόνων θεῶν δόξῃ ὡς καὶ ἀγάλμασιν ἀψύχοις καὶ παντοίοις ξοάνοις ὡς θεοῖς προσιέναι. τοιοῦτοι δὲ ἦσαν οἱ κατὰ τὸν προφήτην Ἰουδαῖοι. Καταλλήλως τὸν ἔλεγχον ὁ λόγος προσφέρει λέγων· τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα· λεγέτω γὰρ εἴ τίς ἐστι θεός, ποῖον ἔργον ἑαυτοῦ δείκνυσι τῶν ἐν τῷ παντί. εἰ γὰρ εἷς ὁ κόσμος καὶ οὗτος συμφυὴς καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός· ἀλλ’ οὗτος ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, οἷα τοῦ παντὸς γενεσιουργὸς θεωρεῖται. εἰ δέ τις εἰσάγει ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ’ οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον, οὐδὲ θεὸς ἄρα ἕτερος ἔσται. εἰ δὲ ἔστι, στήτω φησὶ τοῦτο πρῶτον, λέγω δὲ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει καὶ ὅτι ἐφ’ ἑαυτῷ μένει καὶ ἕστηκεν. ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ θεῷ πρέπουσαν ἀναγγειλάτω, τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ, ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ’ οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς καὶ μέχρι τοῦ παρόντος χρόνου· ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστι τις ἐν αὐτῷ λόγος. ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι ὡς εἰδότες μέν τι οὐ βούλομαι δὲ λέγειν· οὔτε γὰρ ἠνωτίσασθε οὔτε ἔγνωτε ἀπ’ ἀρχῆς τούτων οὐδέν. ἐγὼ δὲ καὶ προεῖπον καὶ προαπήγγειλα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ἀλλὰ καὶ ἔργοις ἐνεδειξάμην θεϊκῆς δυνάμεως πράξεις, ὧν ὑμεῖς μάρτυρες, οἷς ταῦτα προσδιαλέγομαι, οἳ τὰ Μωσέως λόγια μεμαθηκότες, ὡς ὁμολογεῖν ὑμᾶς κἂν μὴ βούλοισθε μὴ εἶναι πλὴν ἐμοῦ θεὸν ἕτερον. καθ’ ὃν γὰρ καιρὸν παρεῖχον ὑμῖν ὁρᾶν τὰς τῆς ἐμαυτοῦ θεότητος ἀρετὰς τὰς ἐν Αἰγύπτῳ φέρε ἢ τὰς ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ἢ τὰς ἐπὶ τῆς ἐρήμου, ἐφ’ ἧς μυρία θαύματα ἐνεδειξάμην. οὐδεὶς ἦν σὺν ἐμοὶ τούτων οὐδ’ ἔτι πρότερον, οὐκ ἀπ’ ἀρχῆς φησι, τοῦτ’ ἔστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ’ οὓς οὐδ’ αὐτῶν τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. καὶ τούτων ὑμεῖς μάρτυρες ὡς οὐκ ἦσαν τότε, λέγω δὲ κατὰ τὴν ἀρχὴν τῆς τοῦ θνητοῦ βίου συστάσεως, οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς οὔπω γλυπτικῆς οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρημένης. εἰ δὲ καὶ ὀψέ ποτε ἐν τοῖς μετὰ ταῦτα χρόνοις πλεῖστοί τινες ἀνεφύησαν τοιοῦτοι, ἀλλ’ αἰσχυνθήσονται πάντες καὶ παύσονται λοιπὸν τῆς πλάνης ἐρυθριῶντες καὶ ἐγκαλυπτόμενοι· εἰ δὲ ἐπιμένοιεν τῇ ἑαυτῶν πλάνῃ, ἀπωλείᾳ παραδοθήσονται κατὰ τὸν τῆς ἐκδικήσεως καιρόν. τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος. Τί δή ποτε μὴ λογίζεσθε παρ’ ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασι θεοποιουμένων ὑμῖν; ἄρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσιν ὁρᾶν ὡς τεκτόνων εἶεν ἔργα, σκεπάρνοις καὶ τρυπάνοις καὶ τοιούτοις τισὶν ὀργάνοις ἐσκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι’ ἔνδειαν τροφῆς ἐνεργείας ἄρτου σχολῆς μηχανὴν πλάνης ἐξεύρετο; τί δὲ μὴ λογίζεσθε, τίς θεοῦ φύσις καὶ εἰ θεὸς τροφῆς δεῖται καὶ εἰ μὴ θυόντων ὑμῶν πεινήσει, ἄρα καὶ ἀσθενήσει μὴ τραφεὶς ὁ θεός, ἢ κατὰ τὸν Σύμμαχον· πεινάσει καὶ ἀσθενήσει καὶ ἀτονήσει καὶ οὐ πίεται ὕδωρ. διὰ τί γάρ φησι μὴ καὶ ὕδωρ πίεται, εἰ ὅλως ἐν χρείᾳ ποτοῦ καθέστηκεν, εἰ δὲ μηδενὸς τούτων ὁμοίως ἀλόγῳ θρέμματι μεθέξει; τί δή ποτε πεπλάνησθε, ὦ μάταιοι, ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ εἰς ἔλεγχον τῆς τῶν ξοάνων ἀδρανείας; Διελθὼν πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει· Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητα λογισμοῦ ταῦτά φησιν. εἶθ’ ὑπομιμνῄσκει τὸν Ἰσραὴλ λέγων· ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε εἰς τὸ εἶναί σε παῖδά μου. διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας καὶ πλάσμα θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ προτιμῶν καὶ θεοποιῶν. εἶτα προτρέπων σπεύδειν ἐπὶ μετάνοιαν ἐπαγγέλλεται, εἰ ἐπιστρέψειαν ἄφεσιν αὐτοῖς τῶν προτέρων ἁμαρτημάτων παρέξειν. διό φησιν· ἀπήλειψα, ἀντὶ τοῦ· ἀπαλείψω, ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου, καὶ προστίθησιν· ἐπιστράφητι πρός με, καὶ λυτρώσομαί σε ὡς ἀπεστραμμένῳ καὶ τοῖς πολεμίοις ἐκδεδομένῳ. Καὶ τοῦτο φήσας εἶτα προορῶν ὁ προφήτης πολλοὺς ἐξ αὐτῶν ὑπακουσομένους τῷ προφητικῷ λόγῳ ἐνατενίσας τούτοις χαίρειν τοὺς οὐρανούς, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἐπὶ τῇ τούτων σωτηρίᾳ, προσφωνεῖ λέγων· εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ, ὡς ἂν χαρᾶς ἐν οὐρανῷ γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν τῶν προτέρων κακῶν ποιεῖσθαι, ἀλλὰ καὶ σαλπίσατέ φησι τὰ θεμέλια τῆς γῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀλαλάξατε τὰ κατώτατα τῆς γῆς· εἰ γάρ τινές εἰσιν αἱ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ θεῷ. εἰκὸς δὲ θεμέλια γῆς χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδίδασκεν ὁ Ἀπόστολος φήσας· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ἀλλὰ καὶ τὰ ὄρη βοάτωσάν φησιν εὐφροσύνης ἀφιέντα φωνὰς καὶ οἱ βουνοὶ δὲ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς ὁμοίως δοξαζέτωσαν τὸν θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ, ὄρη μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνισσόμενος, βουνοὺς δὲ τὰς τούτων μετριωτέρας, ξύλα δὲ τὰς καρποφόρους. ἀλλὰ καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν θεὸν ὑμνεῖν προστάττει ἐπιλέγων· ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. ὃ δὴ καὶ αὐτὸ ἔργοις ἐπληροῦτο ἐπὶ τῶν ἐν τῷ προτέρῳ λαῷ ἐκ τῆς τῶν προφητικῶν λόγων διδασκαλίας ὠφελημένων καὶ μεταβαλόντων ἐκ τῆς εἰδωλολάτρου πλάνης ἐπὶ τὴν κατὰ θεὸν εὐσέβειαν.